De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι.

γίνεται οὖν φυσική τις αὐτοῖς ἡ διαμάχη μηδὲν ἐγνωκόσι τῶν αὐτῶν, ἀλλ’ ἀπᾴδουσι καὶ διαφερομένοις ἀεὶ περὶ πράγματος συνεκτικωτάτου τῶν ἐν βίῳ, τοῦτο δ’ ἐστὶν ἡ κρίσις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν.

ἄχρι μὲν οὖν τινος ἐπολεμεῖτο ἡ ψυχὴ καὶ τὴν στάσιν ταύτην ἐχώρει μήπω κεκαθαρμένη παντελῶς, ἀλλ’ ἔτι τῶν παθῶν καὶ νοσημάτων παρευημερούντων τοὺς ὑγιαίνοντας λόγους· ἀφ’ οὗ δὲ ἤρξατο δυνατωτέρα γίνεσθαι καὶ ῥώμῃ κραταιοτέρᾳ τὸν ἐπιτειχισμὸν τῶν ἐναντίων δοξῶν καθαιρεῖν, πτερυξαμένη καὶ φρονήματος ὑποπλησθεῖσα τὸν τὰς ἐκτὸς ὕλας τεθαυμακότα τρόπον ἐν αὑτῇ διατειχίζει καὶ διαζεύγνυσι καὶ ὡς ἀνθρώπῳ διαλεγομένη φησίν·

ἀμήχανον ὁμοδίαιτον εἶναί σε καὶ ὁμόσπονδον ἐραστῇ σοφίας καὶ ἀρετῆς, ἴθι δὴ καὶ μετοικισάμενος μακρὰν ἀποζεύχθητι, μηδεμίαν ἔχων κοινωνίαν, ἀλλὰ μηδὲ σχεῖν δυνάμενος· ὅσα γὰρ ὑπολαμβάνεις εἶναι δεξιά, ταῦτ’ οἴεται ἐκεῖνος εὐώνυμα, καὶ ὅσα τοὐναντίον σκαιά, ταῦτα παρ’ ἐκείνῳ νενόμισται δεξιά.