De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὅθεν καὶ τὸ οἰκετικὸν αὐτῷ δύσερι καὶ ταραχῶδες ἦν σωφρονιστὴν οὐκ ἔχον καὶ μάλιστα τὸ ποιμενικὸν μακρὰν τοῦ δεσπότου διεζευγμένον· ἀπελευθεριάζοντες γοῦν ὑπ’ αὐθαδείας ἀεὶ διεφέροντο τοῖς προεστηκόσι τῶν θρεμμάτων τοῦ σοφοῦ τὰ πολλὰ εἴκουσι διὰ τὴν τοῦ δεσπότου πραϋπάθειαν· ὑφ’ οὗ πρὸς ἀπόνοιαν ἐπιδόντες καὶ θράσος ἀναίσχυντον ὤργων, μηνιῶντες ἤδη καὶ τὸ ἀκατάλλακτον ἐν αὑτοῖς ζωπυροῦντες, ἕως ἀπηνάγκασαν τοὺς ἀδικουμένους εἰς ἄμυναν ὁρμῆσαι.

μάχης δὲ ἐμβριθεστάτης γενομένης, ἀκούσας ὁ ἀστεῖος τὴν ἀντεφόρμησιν, εἰδὼς ἐπικυδεστέραν οὖσαν τὴν αὑτοῦ μερίδα πλήθει τε καὶ δυνάμει, τὴν διαφορὰν οὐκ εἴασεν ἄχρι νίκης ἐλθεῖν, ὑπὲρ τοῦ μὴ ἀνιᾶσαι τὸν ἀδελφιδοῦν ἐφ’ ἥττῃ τῶν ἰδίων, ἀλλ’ ἐν μεθορίῳ στὰς συμβατηρίοις λόγοις τοὺς διαφερομένους κατήλλαξεν, οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ τὸν μέλλοντα χρόνον.

εἰδὼς γὰρ ὅτι συνοικοῦντες μὲν καὶ ἐν ταὐτῷ διαιτώμενοι γνωσιμαχοῦντες φιλονεικήσουσι στάσεις ἀεὶ καὶ πολέμους κατ’ ἀλλήλων ἐγείροντες, ἵνα μὴ τοῦτο γένοιτο, συμφέρον ὑπέλαβεν εἶναι παραιτήσασθαι τὸ ὁμοδίαιτον καὶ τὴν οἴκησιν διαζεῦξαι· καὶ μεταπεμψάμενος τὸν ἀδελφιδοῦν αἵρεσιν αὐτῷ δίδωσι τῆς ἀμείνονος χώρας, ἄσμενος ὁμολογῶν ἣν ἂν ἐπιλέξηται μερίδα λήψεσθαι· κερδανεῖν γὰρ κέρδος μέγιστον, τὴν [*](1 ἀλλοτριουμένους ΒΕ post ἐρήμους add. δὲ HP(v) 2 πολλῶν KP ἐκμετριάζειν FG 2. 3 ἐν οἷς] ἐνίοις οἷς F, ἐνίοις εἰς G 3 ἠδύνατο Ε ὅτε BEK Arm: ὁπότε ceteri 4 ἀντιρέπων ΜG ὧδε BEK: τῆδε ceteri 5 τοτέ BEK: καὶ τοτὲ ceteii προσαίνων BEK, προσηνῶν A, πρός τινων FG, προσπίπτων C 6 ἀνομαλίαν CFG (Mang.) αὐτοῦ BE 7 φροντιστὴν CFG 8 ante μακρὰν add. καὶ C ὑπὸ BE 10 εἴκουσι] οἰκοῦσι Α πραότητα BEK (foit. lecte) ἀφ’ οὗ conicio ἐπιδιδόντες CFG(v) 11 ὤργουν G μηνιόντες G 11. 12 αὐτοῖς codd. 12 ἐπηνάγκασαν couicio lo δ’ BEK ἐμβριθεστάτης BEK: ἐμβριθεστέρας ceteri 14 ἐπικυδεστέραν οὖσαν BKK Arm: om. et eorum loco post δυνάμει add. ὑπερέχουσαν ceteri (v) αὑτοῦ H: αὐτοῦ ceteri 15 διαφορὰν] φθορὰν G μὴ om. Α 16 ἰδίων] δούλων Arm ἀλλ’ ὡς Arm συμβατηρίοις λόγοις BEK Arm: λόγοις συμβατηρίοις ceteri 17. 18 τὸν χρόνον τὸν μέλλοντα H 18 διαιτῶνται F 20 ἵν᾿ οὑν C γένηται ΒΚ 21 οἴκησιν] συνοίκησιν Arm; οἰκείωσιν coni. Mang. 22 χώρας] χαρᾶς P 23 τὴν ΒΕΚ: om. ceteri) [*](3 sqq. Gen. 13511)

v.4.p.48
εἰρήνην.

καίτοι τίς ἂν ἕτερος ἀσθενεστέρῳ παραχωρήσειεν οὑτινοσοῦν ἰσχυρότερος ὤν; τίς δὲ νικᾶν δυνάμενος βούλοιτ’ ἂν ἡττᾶσθαι, μὴ συγχρώμενος τῷ δύνασθαι; μόνος δὲ οὗτος τὸ ἄριστον οὐκ ἐν ῥώμῃ καὶ πλεονεξίᾳ τιθέμενος ἀλλ’ ἐν ἀστασιάστῳ βίῳ καὶ τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἡσυχάζοντι πάντων ἔδοξεν εἶναι θαυμασιώτατος.

Ἐπειδὴ τοίνυν ὡς ἐπ’ ἀνθρώπου ἡ λέξις ἐγκωμιαστικὴ λέλεκται, μηνύονται δὲ καὶ τρόποι ψυχῆς κατὰ τοὺς ἀπὸ τῶν ῥητῶν ἐπὶ τὰ νοητὰ μετιόντας, ἁρμόττον ἂν εἴη καὶ τούτους ἀνερευνῆσαι.

μυρίοι μὲν οὖν εἰσιν ἀπὸ μυρίων ἀφορμῶν κατὰ παντοδαπὰς ἰδέας πραγμάτων συνιστάμενοι, δύο δ’ οἱ νυνὶ μέλλοντες ἐπικρίνεσθαι τρόποι, ὧν ὁ μὲν πρεσβύτερος, ὁ δὲ νεώτερος, πρεσβύτερος μὲν ὁ τὰ πρῶτα καὶ ἡγεμονικὰ τῇ φύσει τιμῶν, νεώτερος δὲ ὁ τὰ ὑπήκοα καὶ ἐν ἐσχατιαῖς ἐξεταζόμενα.

πρεσβύτερα μὲν οὖν καὶ ἡγεμονικὰ φρόνησις καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ πᾶν ὅ τι περὶ ἀρετὴν καὶ αἱ κατ’ ἀρετὴν πράξεις· νεώτερα δὲ πλοῦτος καὶ δόξα καὶ ἀρχὴ καὶ εὐγένεια, οὐχ ἡ ἀληθής, ἀλλ’ ἣν οἱ πολλοὶ νομίζουσι, καὶ ὅσα ἄλλα τὴν τρίτην μετὰ τὰ ψυχικὰ καὶ σωματικὰ τάξιν εἴληχεν, ἥτις εὐθύς ἐστι καὶ τελευταία.

τούτων οὖν τῶν τρόπων ἑκάτερος ἔχει καθάπερ τινὰς ποίμνας καὶ ἀγέλας, ὁ μὲν τῶν ἐκτὸς ὀρεγόμενος ἄργυρον, χρυσόν, ἐσθῆτας, πάντα ὅσα τοῦ πλουτεῖν ὗλαι καὶ παρασκευαί, καὶ πάλιν ὅπλα, μηχανήματα, τριήρεις, ἱππικὴν καὶ πεζικὴν καὶ ναυτικὴν δύναμιν, τὰς πρὸς ἡγεμονίαν ἀφορμάς, ἐξ ὧν περιγίνεται τὸ βεβαίως κρατεῖν, ὁ δὲ καλοκἀγαθίας ἐραστὴς τὰ καθ’ ἑκάστην ἀρετὴν δόγματα καὶ τὰ σοφίας αὐτῆς [*](1 ἂν om. CFG ἀσθενέστερος F 2 ἰσχυρότερος ὤν ΒΕΚ: ὢν ἰσχυρότερος ceteri δυνάμενος] βουλόμενος BE μὴ om. F, μὴ—δύνασθαι (3) om. BK 3 δ’ BEK 4 τό γε ἐπ’ αὐτὸν BEK: τὸ ἐφ’ αὑτὸν ceteri 4. b τὸ—μέρος om. Αrm 5 ἡσυχάζοντος FG θαυμασιώτερος C 7 λέγεται in textu, λέλεκται mg. Β κατὰ τοὺς om. Arm τοὺς] τιν’ Η 8 καὶ om. Arm ἐρευνῆσαι BEK 9 μὲν οὖν om. Arm ὑπὸ BEK 10 δ’ οἱ νυνὶ BEK Arm: τοίνυν ceteri ἐπικρίνεσθαι μέλλοντες transp. F 11—13 ὁ μὲν πρεσβ.—ἐξεταζόμενα om. Arm 11 alt. μὲν BEK: μέν ἐστιν H(v). μὲν οὑν ἐστιν ceteri 12 ἐσχάτοις C 13 ἐξεταζόμενα] ταττόμενα coni. Mang. coll. ἑ 273 μὲν om. Α ἡγεμονικὰ BEK: ἡγεμονικώτερα ceteri εἰ 14 ἀνδρία BEG, ἀνδρία Α αἱ om. CFG: τὰς coni. Mang. 15 πρᾶξις CFG νεώτερα CGMP: νεώτερον BEK, νεώτερος AFH δόξα καὶ ἀρχὴ BEK Arm: ἀρχὴ καὶ δόξα ceteri 16 καὶ οὐχ ΑG ἄλλα om. BEK 17 καὶ pr.] τὰ F ἥτις—τελευταία (18) om. Arm εὐθὺς] ὑστέρα coni. Mang. 19 ποιμένας CFGA ἀγέλας] ἀπάτας FG, οἰκέτας in ras. C post ὁ μὲν add. γὰρ BEK ἀργύριον MAFG χρυσίον Α 19. 20 ἄργυρον, χρυσόν, ἐσθῆτας, πάντα BEK Arm: ἄργυρον καὶ χρυσὸν καὶ πάντα (om. ἐσθῆτας) ceteri 20 παρασκευασταί Α ὅπλα] οἱ τὰ CFGA 21 καὶ ναυτικὴν om. Κ 23 τὰ pr. om. BE σοφίας BEK: κατὰ σοφίαν ceteri (Arm) αὐτῆς om. Arm)

v.4.p.49
θεωρήματα.

προστάται δὲ καὶ ἐπιμεληταὶ τούτων ἑκατέρων εἰσί τινες οἷα θρεμμάτων ποιμένες, τῶν μὲν ἐκτὸς οἱ φιλοχρήματοι καὶ φιλόδοξοι καὶ στρατηγιῶντες καὶ ὅσοι τὴν ἐπὶ τοῖς πλήθεσι δυναστείαν ἀγαπῶσι, τῶν δὲ περὶ ψυχὴν ὅσοι φιλόκαλοι καὶ φιλάρετοι, μὴ τὰ νόθα πρὸ τῶν γνησίων ἀλλὰ τὰ γνήσια πρὸ τῶν νόθων ἀγαθὰ αἱρούμενοι.

γίνεται οὖν φυσική τις αὐτοῖς ἡ διαμάχη μηδὲν ἐγνωκόσι τῶν αὐτῶν, ἀλλ’ ἀπᾴδουσι καὶ διαφερομένοις ἀεὶ περὶ πράγματος συνεκτικωτάτου τῶν ἐν βίῳ, τοῦτο δ’ ἐστὶν ἡ κρίσις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν.

ἄχρι μὲν οὖν τινος ἐπολεμεῖτο ἡ ψυχὴ καὶ τὴν στάσιν ταύτην ἐχώρει μήπω κεκαθαρμένη παντελῶς, ἀλλ’ ἔτι τῶν παθῶν καὶ νοσημάτων παρευημερούντων τοὺς ὑγιαίνοντας λόγους· ἀφ’ οὗ δὲ ἤρξατο δυνατωτέρα γίνεσθαι καὶ ῥώμῃ κραταιοτέρᾳ τὸν ἐπιτειχισμὸν τῶν ἐναντίων δοξῶν καθαιρεῖν, πτερυξαμένη καὶ φρονήματος ὑποπλησθεῖσα τὸν τὰς ἐκτὸς ὕλας τεθαυμακότα τρόπον ἐν αὑτῇ διατειχίζει καὶ διαζεύγνυσι καὶ ὡς ἀνθρώπῳ διαλεγομένη φησίν·

ἀμήχανον ὁμοδίαιτον εἶναί σε καὶ ὁμόσπονδον ἐραστῇ σοφίας καὶ ἀρετῆς, ἴθι δὴ καὶ μετοικισάμενος μακρὰν ἀποζεύχθητι, μηδεμίαν ἔχων κοινωνίαν, ἀλλὰ μηδὲ σχεῖν δυνάμενος· ὅσα γὰρ ὑπολαμβάνεις εἶναι δεξιά, ταῦτ’ οἴεται ἐκεῖνος εὐώνυμα, καὶ ὅσα τοὐναντίον σκαιά, ταῦτα παρ’ ἐκείνῳ νενόμισται δεξιά.

Οὐ τοίνυν εἰρηνικὸς καὶ φιλοδίκαιος αὐτὸ μόνον ἦν ὁ ἀστεῖος, ἀλλὰ καὶ ἀνδρεῖος καὶ πολεμικός· οὐχ ἕνεκα τοῦ πολεμεῖν — οὐ γὰρ δύσερις ἦν καὶ φιλόνεικος —, ἀλλ’ ὑπὲρ βεβαίου τῆς πρὸς τὸ μέλλον εἰρήνης, ἣν οἱ ἀντίπαλοι καθῄρουν. σαφεστάτη δὲ πίστις τὰ πραχθέντα.

τὴν [*](1 προστάται δὲ καὶ ἐπιμεληταὶ om. BEK (fort. recte) 3 ἀγαπῶντες FH 5 ἀλλὰ—νόθων om. F 6 γοῦν BEK αὐτοῖς om. BE ἡ διαμάχη] ἰδία μάχη Α μὴ διεγνωκόσι Η2 (Turn.) τὰ αὐτῶν H2 τὰ αὑτῶν Turn.) 6. 7 ἀλλ’ ἀπᾴδουσι] ἀλλὰ σπουδάζουσι CFGA 7 διαφθειρομένοις F1 ἀεὶ] αὐτοῖς BE περὶ] διὰ CFG 8 τοῦτο δ’ ἐστὶν om. FG τοῦτο—κρίσις] ὃ κρίσις ἐστὶν C ἡ om. F 9 σύστασιν HP 11 post λόγους add. ἐταράττετο CFGA δ’ BEK 12 ῥώμῃ] γνώμη BEK καθαίρειν MAFG ἃς 13 ὕλης Κ 14 αὐτὴ codd. διαζεύγνυσι BEK: διαζευγνύει ceteri 1.0 φασίν Α σε] τε G 16 ἐραστῆ ΒΕΗ2 Arm: ἐραστὴν Κ, ἐραστὴν F2, ἐραστὴς F1G, ἐρᾶς τῆς CMAH1P δὴ] δὲ F1G μετοικησάμενος P 18 ὑπολαμβάνης C ταῦτ᾿—δεξιά (19) om. F ταῦτα HP οἴετ’ C, οἴεται om. in lac. Α, ἐκεῖνος ὀίεται transp. P 19 σκιά BEK: ἀριστερά ceteri ἐκείνων Α 20 αὐτῶ Η2 (Turn.), ἑαυτῶ BE ὁ om. F 21 ante πολεμικὸς add. ἐνταῦθα ἦν BE, οὗπερ ἐχρῆν Arm ἕνεκεν BE 22 ἢν Mang: ὢν HP, om. ceteri)

v.4.p.50
πρὸς ἀνατολὰς μοῖραν τῆς οἰκουμένης τέτταρες μεγάλοι βασιλεῖς εἰλήχεσαν, οἷς ὑπήκουεν ἔθνη τὰ ἑῷα, τά τε ἐκτὸς καὶ ἐντὸς Εὐφράτου. τὰ μὲν οὖν ἄλλα διέμενεν ἀστασίαστα πειθαρχοῦντα τοῖς τῶν βασιλέων ἐπιτάγμασι καὶ τοὺς ἐτησίους δασμοὺς ἀπροφασίστως εἰσφέροντα· μόνη δὲ ἡ Σοδομιτῶν χώρα, πρὶν καταφλεχθῆναι, παραλύειν ἤρξατο τὴν εἰρήνην ἀπόστασιν ἐκ πολλοῦ διανοουμένη.

πάνυ γὰρ οὔσης εὐδαίμονος πέντε βασιλεῖς ἐπεκράτουν τάς τε πόλεις καὶ τὴν γῆν δασάμενοι πολλὴν μὲν οὐκ οὖσαν, εὔσταχυν δὲ καὶ εὔδενδρον καὶ καρπῶν περίπλεων· ὃ γὰρ ταῖς ἄλλαις τὸ μέγεθος, τοῦθ’ ἡ ἀρετὴ Σοδόμοις παρέσχεν, ὅθεν καὶ πλείους ἐραστὰς ἔσχεν ἡγεμόνας τὸ κάλλος αὐτῆς καταπλαγέντας.

οὗτοι τὸν ἄλλον χρόνον τοὺς ἐπιταχθέντας φόρους ἀπεδίδοσαν τοῖς ἐκλογεῦσι τῶν χρημάτων, τοὺς δυνατωτέρους ὧν ἦσαν ὕπαρχοι τιμῶντες ἅμα καὶ δεδιότες· ἐπεὶ δὲ ἐκορέσθησαν ἀγαθῶν καί, ὅπερ φιλεῖ, κόρος ὕβριν ἐγέννησε, πλέον τῆς δυνάμεως φρονήσαντες ἀπαυχενίζουσι τὸ πρῶτον, εἶθ’ οἷα κακοὶ δοῦλοι δεσπόταις τοῖς ἑαυτῶν ἐπιτίθενται στάσει πιστεύσαντες ἢ ῥώμῃ.