De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ζωωδέσταται μὲν οὖν καὶ ἀνδραποδωδέσταται τῶν πέντε τρεῖς εἰσιν αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἁφή, περὶ ἃς τῶν θρεμμάτων καὶ τῶν θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα μάλιστα ἐπτόηται· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτὸς ἢ τροφῶν ἀπλήστως ἐμφορεῖται ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ.
δύο δ’ εἰσὶν ἐμφιλόσοφοι καὶ ἡγεμονίδες, ἀκοὴ καὶ ὅρασις· βραδύτερα δέ πως καὶ θηλύτερα ὦτα ὀφθαλμῶν ἐπὶ τὰ ὁρατὰ φθανόντων ὑπὸ εὐτολμίας καὶ οὐκ ἀναμενόντων, ἄχρις ἂν ἐκεῖνα κινήσῃ, προϋπαντιαζόντων δὲ καὶ ἀντικινῆσαι γλιχομένων. ἀκοὴ μὲν οὖν, διότι βραδεῖα καὶ θηλυτέρα, δευτερεύουσαν τάξιν τετάχθω, προνομία δ’ ἔστω τις ἐξαίρετος ὁράσει· ταύτην γὰρ ὁ θεὸς βασιλίδα τῶν ἄλλων ἀπέφηνεν ἐπάνω θεὶς ἁπασῶν καὶ ὥσπερ ἐπ’ ἀκροπόλεως ἱδρυσάμενος οἰκειοτάτην ἀπειργάσατο ψυχῇ. [*](1 ψυχῶν H2(v) 2 συμβολικῶς om. BEK, cum λεχθήσεται coniungit Arm) [*](3 πέντε om. Arm 4 μικραί—μεγάλαι om. Arm τε αὖ BEK: αὖ om. ceteri ἢ] ὃ G 5 χρημάτων AFGHP τ᾿ BEK 6 ἐντελεστάτων C 8 ἔτι δὲ λείοις BEKA: ἔτι τε λείοις F2HP2, ἔτι τελείοις MF1GP1, ἔν τε λείος C ζωοδέσταται BE μὲν—ἀνδραποδωδέσταται om. G, μὲν—πέντε om. F οὖν om. BE 8. 9 ἀντραποδωδέσταται E, ἀντραποδωδέσταται B, ἀνδραπωδέσταται AP 9 τῶν πέντε om. BEK 10 τῶν θηρίων BEK: τῶν om. ceteri γαστριμαργότατα BEK Arm: γαστριμαργοῦντα ceteri (v) 11 ἐπτόηται C: πεπόνηται ceteri (et Arm) 12 εὐπορεῖται H1P τὰς ὀχείας BEK: τὰς om. ceteri ὀργᾷ coni. Mang. δὲ BEK 13 αἱ φιλόσοφοι HP ἡγεμόνες BEK βραχύτερα C, βραχύτερα F πως om. BEK 14 ὑπὸ] ἀπὸ A 15 μέχρις HP(v) κινήσει A 16 οὖν om. BE διότι corr. ex ὅτι K 17 τάξιν τετάχθω BEK Arm: ἐχέτω τάξιν ceteri; τετάχθω τάξιν coni. Mang. 18 ταύτην]τούτων G ἄλλων] ὅλων K ἀναπέφηνεν F 18.19 ἐπάνω—καὶ om. Flor. Laur. τιθεὶς HP πασῶν P, ἀπάντων BE 19 ἐπ᾿] ἐξ F ἱδρυσάμενος, τεκμήριον οἰκειότατον ψυχῆς· συμμεταβάλλει γὰρ ταῖς Flor. Laur. ψυχήν AF) [*](18—35,14 Flor. Laur. Nr. 25: τὴν ὅρασιν ὁ θεὸς—ἐχούσης.)
λύπης μὲν γὰρ ἐγγινομένης, ὀφθαλμοὶ συννοίας γέμουσι καὶ κατηφείας, χαρᾶς δ’ ἔμπαλιν, ὑπομειδιῶσι καὶ γεγήθασι, φόβου δὲ κρατήσαντος, ταραχώδους γέμουσιν ἀταξίας, κινήσεις καὶ παλμοὺς καὶ περιστροφὰς ἀτάκτους ἐνδεχόμενοι·
εἰ δ’ ὀργὴ κατάσχοι, τραχυτέρα πως καὶ ὕφαιμος ἡ ὄψις, καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ φροντίζειν τινὸς ἠρεμεῖ καὶ ἐκνένευκε, μόνον οὐ συνεκτείνουσα τῇ διανοίᾳ ἑαυτήν, ἐν δὲ ταῖς ἀναψύξεσι καὶ ἀνέσεσι συνανίεται καὶ χαλᾶται·