De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἀλλ’ ἔστιν, ὡς ἄν τις ἐγγύτατα τῆς ἀληθείας ἱστάμενος εἴποι, πατὴρ μὲν τῶν ὅλων ὁ μέσος, ὃς ἐν ταῖς | ἱεραῖς γραφαῖς κυρίῳ ὀνόματι καλεῖται ὁ ὤν, αἱ [*](p. 19 M.) δὲ παρ’ ἑκάτερα αἱ πρεσβύταται καὶ ἐγγυτάτω τοῦ ὄντος δυνάμεις, ἡ μὲν ποιητική, ἡ δ’ αὖ βασιλική· προσαγορεύεται δὲ ἡ μὲν ποιητικὴ θεός, ταύτῃ γὰρ ἔθηκέ τε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, θέμις γὰρ ἄρχειν καὶ κρατεῖν τὸ πεποιηκὸς τοῦ γενομένου.
δορυφορούμενος οὖν ὁ μέσος ὑφ’ ἑκατέρας τῶν δυνάμεων παρέχει τῇ ὁρατικῇ διανοίᾳ τοτὲ μὲν ἑνὸς τοτὲ δὲ τριῶν φαντασίαν, ἑνὸς μὲν ὅταν ἄκρως τύχῃ καθαρθεῖσα καὶ μὴ μόνον τὰ πλήθη τῶν ἀριθμῶν ἀλλὰ καὶ τὴν γείτονα μονάδος δυάδα ὑπερβᾶσα πρὸς τὴν ἀμιγῆ καὶ ἀσύμπλοκον καὶ καθ’ αὑτὴν οὐδενὸς ἐπιδεᾶ τὸ παράπαν ἰδέαν ἐπείγηται, τριῶν δὲ ὅταν μήπω τὰς μεγάλας τελεσθεῖσα τελετὰς ἔτι ἐν ταῖς βραχυτέραις ὀργιάζηται καὶ μὴ δύνηται τὸ ὂν ἄνευ ἑτέρου τινὸς ἐξ αὐτοῦ μόνου καταλαβεῖν, ἀλλὰ διὰ τῶν δρωμένων, ἢ κτίζον ἢ ἄρχον.
δεύτερος μὲν οὖν, ὥς φασι, πλοῦς οὗτος, μετέχει δ’ οὐδὲν ἧττον δόξης θεοφιλοῦς· ὁ δὲ πρότερος τρόπος οὐ μετέχει, ἀλλ’ αὐτός ἐστι θεοφιλὴς δόξα, μᾶλλον δὲ καὶ δόξης πρεσβυτέρα καὶ παντὸς τιμιωτέρα τοῦ δοκεῖν ἀλήθεια. γνωριμώτερον δὲ τὸ
δηλούμενον παραστατέον. τρεῖς εἰσιν ἠθῶν ἀνθρωπίνων τάξεις, ὧν ἑκάστη διακεκλήρωται μίαν τῶν εἰρημένων φαντασιῶν, ἡ μὲν ἀρίστη τὴν μέσην τοῦ ὄντως ὄντος, ἡ δὲ μετ’ ἐκείνην τὴν ἐπὶ δεξιά, τὴν εὐεργέτιν, ᾗ θεὸς ὄνομα, ἡ δὲ τρίτη τὴν ἐπὶ θάτερα, τὴν ἀρχικήν, ἣ καλεῖται κύριος. [*](1 ἐστὶ μόνον BEK: (αὐτῶ αὐτῶ Α) μόνον ἐστὶ ceteii ἐστὶν αὐτὸ μόνον ὀνόματος Αrm ἐνεργεστέραν BEK 2 πράγματος] γράμματος Arm ὧδε Κ, ὧδ’ BE: οὕτως ceteri 3 ἐγγύτατα τῆς ἀληθείας BEK Arm: τῆς ἀληθείας ἐγγύτατα transp. ceteri εἴποιεν BE 4 ὃς om. Arm αἱ] οἱ Mang. 5 αἱ πρεσβύταται BEK Arm: αἱ om. ceteri ἐγγυτάτω BEK: ἐγγύταται ceteri ἡ ῥεῖν BEK Arm: ὧν ἡ μὲν ceteri 6 δ’ αὖ] δὲ (om. ὖ) HP βασιλική· προσαγορεύεται δὲ BEK Arm: βασιλικὴ προσαγορεύεται ὀνομάζεται F)· καὶ ceteri θεός] κύριος Α 7 αὕτη BEK τε BEK διεκόσμη (i. e. διεκόσμει) C κύριος] θεός G 8 γοῦν BEK 9 παρεῖχε BEK 9. 10 τοτὲ] ποτὲ (bis) Κ, τὸ (bis) CFG 10 τύχη καθαρθεῖσα ΒΕΚ Arm: καθαρθεῖσα ψυχὴ ἡ ψυχὴ Η2) ceteri 13 ἰδέαν om. CFG ἐπείγεται ΑΚ 14 ἔτι om. Κ 15 ante ἐξ add. ἢ ΒΕΜΑΡ2 16 δρωμένων] ὁρωμένων coni. Mang.: cf. ἑ 188 18 ἐστι θεοφιλὴς BEK Arm: ἐστιν ἡ θεοφιλὴς ceteri μᾶλλον δὲ καὶ MAK: μᾶλλον δὴ καὶ BE Arm, μᾶλλον δὲ HP, ἢ δὴ C, εἰ δὴ F, εἴδη G 19 τοῦ] τῶ Κ 20 ἠθῶν om. CFG ἀνθρώπων CFG, ἀνθρωπίνων om. Α 21 μιᾷ CFGM 22 ὄντος ὄντως transp. CABE δεξιᾶ MF ᾖ] ἣ A 23 ὁ θεὸς ΒΕΚ)