De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τρία δ’ εὐαγγελίζεται τῇ ψυχῇ τὰ κάλλιστα, ἓν μὲν ἀπώλειαν Αἰγυπτιακῶν παθῶν, ἕτερον δὲ τὸ μὴ παρ’ ἑτέρῳ χωρίῳ, ἀλλὰ τῆς ἁλμυρᾶς καὶ πικρᾶς πηγῆς, ὡς ἂν θαλάττης, χείλεσι, δι’ ὧν ὁ πολέμιος ἀρετῆς σοφιστὴς λόγος ἐξεκέχυτο, τελευταῖον δὲ τὴν θέαν τοῦ πτώματος.

μηδὲν γὰρ ἀόρατον εἴη καλόν, ἀλλὰ πρὸς * * * καὶ λαμπρὸν ἥλιον ἄγοιτο· καὶ γὰρ τοὐναντίον εἰς βαθὺ σκότος καὶ * * * ἄξιον τὸ κακόν. καὶ τοῦτο μὲν μηδ’ ἐκ τύχης ἰδεῖν ποτε γένοιτο, τὸ δὲ ἀγαθὸν μείζοσιν ὀφθαλμοῖς ἀεὶ περιαθροῖτο. τί δὲ οὕτως ἀγαθόν, ὡς ζῆσαι τὰ καλὰ καὶ ἀποθανεῖν τὰ φαῦλα;

τρεῖς τοίνυν ἦσαν οἱ τὴν τῶν λόγων δεινότητα μέχρις οὐρανοῦ τείναντες. οὗτοι μελέτην κατὰ τῆς φύσεως, [*](2 παρά] ἐπὶ conicio ex LXX (cf. lin. .6 et De confus. lingu. ἑ 29) 5 ἅπερ Α λόγος Α 9 πιθανότητος A 10 ἐπιτιθέμενος Mang. : ἐπιθέμενος A 12· εὕρατο ἐκομίσατο coniciebam, ἐτίσατο coni. Mang., ἔτισε Hoesch.) πελάγει Cohn: ἐστρατοπελάγει Α 12 λυ, tum lacuna 4—5 litt. Α: λυττῶν πάθος supplevi, λυσσῶδες τῆς ψυχῆς Hoesch., ἄλογον πάθος Mang. 21 ἑτέρῳ χωρίῳ ἡ ἀλλὰ scripsi) Mang. : ἑτέρων χωρίων A 22 πηγῆς] ψυχῆς conicio 23 ἐξεκέχυτο scripsi: ἐξέχυτο A 24 lacuna 8—10 litt. Α: τὸ φῶς suppl. Hoesch., ἄσκιον φῶς conicio 25 lacuna 6—8 litt. Α: νυκτὸς suppl. Hoescb., νύκτα fort. suppl. et αἰώνιον pro ἄξιον leg., νύκτα ἀκτέον coui. Mang., νύκτα πεσεῖν Cohn 26 ἰδεῖν Cotelerius: δεῖν Α)

v.3.p.304
μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς ἐμελέτησαν φάσκοντες, μόνον εἶναι τὸ αἰσθητὸν καὶ ὁρώμενον τοῦτο, οὔτε γενόμενόν ποτε οὔτ’ αὖθις φθαρησόμενον, ἀγένητον δὲ καὶ ἄφθαρτον, ἀνεπιτρόπευτον, ἀκυβέρνητον, ἀπροστασίαστον.

εἶτ’ ἐπ’ ἄλλοις ἄλλα συνθέντες ἐπιχειρήματα, δόγμα ἀδόκιμον οἰκοδομοῦντες εἰς ὕψος οἷα πύργον ἐξῆραν. λέγεται γὰρ ὅτι „ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν“ (Gen. 11,1), συμφωνία τῶν τῆς ψυχῆς μερῶν πάντων ἀσύμφωνος ἐπὶ τῷ κινῆσαι τὸ συνεκτικώτατον ἐν τοῖς οὖσιν, ἀρχήν.

τοιγαροῦν ἐλπίσαντας αὐτοὺς εἰς οὐρανὸν ταῖς ἐπινοίαις ἀναδραμεῖσθαι ἐπὶ καθαιρέσει τῆς αἰωνίου βασιλείας ἡ μεγάλη καὶ ἀκαθαίρετος καταβάλλει χείρ, καὶ τὸ οἰκοδομηθὲν δόγμα συνανατρέψασα.

κέκληται δὲ ὁ τόπος „σύγχυσις“, οἰκεῖον ὄνομα τῷ καινουργηθέντι τολμήματι. τί γὰρ ἀναρχίας συγχυτικώτερον; οὐκ οἰκίαι μὲν ἀνηγεμόνευτοι προσκρουσμάτων γέμουσι καὶ ταραχῆς; ἀβασίλευτοι δ’ ἐαθεῖσαι πόλεις ὑπὸ ὀχλοκρατίας, ἐναντίου καὶ μεγίστου, φθείρονται;

καὶ χῶραι δὲ καὶ ἔθνη καὶ κλίματα γῆς, ὧν ἀρχαὶ κατελύθησαν, οὐ παλαιὰς καὶ μεγάλας εὐδαιμονίας ἀπέβαλον; καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγεσθαι;

οὐδὲ γὰρ αἱ ἄλλαι τῶν ζῴων ἀγέλαι, πτηνῶν, χερσαίων, ἐνύδρων, ἄνευ τινὸς ἀγελάρχου συνεστᾶσιν, ἀλλὰ ποθοῦσι καὶ περιέπουσιν αἰεὶ τὸν οἰκεῖον ἡγεμόνα, ὡς μόνον ἀγαθῶν αἴτιον, οὗ κατὰ τὴν ἀπουσίαν σκεδάννυνται καὶ διαφθείρονται.

εἶτ’ οἰόμεθα τοῖς μὲν περιγείοις, ἃ βραχυτάτη μοῖρα τοῦ παντός ἐστιν, ἀρχὴν μὲν ἀγαθῶν, ἀναρχίαν δὲ κακῶν εἶναι αἰτίαν, τὸν δὲ κόσμον οὐ διὰ τὴν τοῦ βασιλεύοντος θεοῦ προήγησιν εὐδαιμονίας τῆς ἄκρας πεπληρῶσθαι;

δίκην οὖν ἁρμόττουσαν οἷς ἐτίθεντο διδόασι· φύραντες γὰρ τὸ ἱερὸν περὶ * * * ἀναρχίας φυρόμενοι ἐπεῖδον, συγχυθέντες οὐ συγχέαντες. ἕως δὲ οὔπω τιμωρίαν δεδώκασιν, ὑπὸ φρενοβλαβείας φυσώμενοι τὴν μὲν τῶν ὅλων ἀρχὴν ἀνοσίοις λόγοις καθαιροῦσιν, αὑτοὺς δὲ ἄρχοντας καὶ βασιλέας ἀναγράφουσι, τὸ ἀκαθαίρετον τοῦ θεοῦ κράτος γενέσει τῇ ἀδιαστάτως ἀπολλυμένῃ καὶ

φθειρομένῃ περιάπτοντες. ἐπιτραγῳδοῦντες γοῦν καὶ ἐπικομπάζοντες εἰώθασιν οἱ καταγέλαστοι λέγειν ταῦτα· ἡμεῖς οἱ ἡγεμόνες, [*](3 ἀγέννητον Α δέ] τε coni. Cohn 10 καὶ secl. Mang. 14 ἀπό per errorem Mang. ὀχλοκρασίας Α ὀχλοκρατίας τῆς αἰτίας κακῶν μεγίστων conicio (cf. lin. 21. 22) post μεγίστου lacunam statuit et κακοῦ suppl. Mang. 15 κλήματα Α 16 καταλέγεσθαι conicio 20 εἴτ’ A 23 προστασίαν conicio 23. 24 οἶς ἐπετίθεντο vel οἶς διετίθεσαν conicio 24 ἱερὸν δόγμα παρά coni. Mang. post περὶ lacunam statuo φυρόμενοι „ex Vat“ φυρόμενον Α 27 καθαίρουσιν αὐτοὺς Α 28 ἀδιαστάτως scripsi: ἀκαταστάτως Α 29. 30 ἐπικομπάζοντες Mang.: ἐπιστομίζοντες Α)

v.3.p.305
ἡμεῖς οἱ δυναστεύοντες· ἐφ’ ἡμῖν ὁρμεῖ τὰ πάντα· ἀγαθῶν καὶ τῶν ἐναντίων τίνες αἴτιοι ὅτι μὴ ἡμεῖς; τὸ εὖ καὶ κακῶς ἐργάσασθαι τίσιν ὅτι μὴ ἡμῖν ἀψευδέστατα ἀνάκειται; φλυαροῦσι δὲ ἄλλως οἱ δυνάμεως ἀοράτου τὰ πάντα φάσκοντες ἐξῆφθαι, ἣν πρυτανεύειν τῶν κατὰ τὸν κόσμον ἀνθρωπείων τε καὶ θείων νομίζουσι.

τοιαῦτα καταλαζονευσάμενοι, ἐὰν μὲν ὥσπερ ἐκ μέθης νήψαντες ἐν ἑαυτοῖς γένωνται καὶ τῆς παροινίας, ἣν παρῴνησαν, εἰς αἴσθησιν ἐλθόντες αἰδεσθῶσι καὶ κακίσωσιν ἑαυτοὺς ἐφ’ οἷς ὑπ’ ἀγνώμονος γνώμης ἐξαμαρτάνειν προήχθησαν, ἀκολακεύτῳ καὶ ἀδεκάστῳ χρησάμενοι συμβούλῳ μετανοίᾳ, τὴν ἵλεω τοῦ ὄντος δύναμιν ἐξευμενισάμενοι παλινῳδίαις ἀντὶ βεβήλων ἱεραῖς, ἀμνηστίαν εὑρήσονται παντελῆ.

ἐὰν δὲ ἀφηνιασταὶ καὶ σκληραύχενες μέχρι τοῦ παντὸς γενόμενοι σκιρτῶσιν, ὡς αὐτόνομοι καὶ ἐλεύθεροι καὶ ἑτέρων ἡγεμόνες ὄντες, ἀπαραιτήτῳ ἀνάγκῃ καὶ ἀμειλίκτῳ τὴν ἑαυτῶν ἐν ἅπασι μικροῖς τε καὶ μεγάλοις οὐδένειαν αἰσθήσονται.

ὁ γὰρ ἐπιβεβηκὼς ἡνίοχος ὡς ἅρματι πτηνῷ τῷδε τῷ κόσμῳ χαλινὸν ἐμβαλὼν καὶ τὸ κεχαλασμένον τῶν ἡνιῶν ὀπίσω βίᾳ τείνας καὶ τοὺς κημοὺς ἐπισφίγξας, μάστιξι καὶ κέντροις ἀναμνήσει τῆς δεσποτικῆς ἐξουσίας, ἧς ἐπελάθοντο διὰ τὸ χρηστὸν καὶ ἥμερον τοῦ κρατοῦντος ὥσπερ οἱ κακοὶ δοῦλοι.

τὸ γὰρ τῶν δεσποτῶν ἐπιεικὲς εἰς ἀναρχίαν ἐκτρέποντες ἐπιμορφάζουσι τὸ ἀδέσποτον, μέχρις ἂν τὴν ῥοώδη τε καὶ πολλὴν αὐτῶν νόσον, ἀντὶ φαρμάκων τὰς τιμωρίας προσφέρων, ὁ κεκτημένος ἐπισχῇ.

διὸ λέγεται· „ψυχὴ ἄνομος ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι· εἶθ’ ὕστερον ἐξαγορεύσει τὴν ἁμαρτίαν ἑαυτῆς“ (Lev. 5, 4). τί φῄς, ὦ γέμουσα ἀλαζονείας; οἶδας γάρ, τί ἐστι τὸ πρὸς ἀλήθειαν ἀγαθὸν ἢ καλὸν ἢ δίκαιον ἢ ὅσιον ἢ τίνα τίσιν ἐφαρμόττει;

ἡ τούτων ἐπιστήμη τε καὶ δύναμις ἀνάκειται [*](1 ὁρμεῖ Mang. : ὁρμᾶ Α 2 τινὲς Α lacuna 5—6 litt. Α: ὅτι μὴ τούτων Hoesch. lacuna 4—5 litt. Α: εὑ καὶ supplevi (εὖ ἢ 7 παροινίας ἣν παρῴνησαν ex „Vat." et Cantabr. S. Trin. Mang.: : παρανοίας ἢν παρηνόμησαν A 8 κακίσωσιν scripsi : κακιῶσιν Α ἑαυτοῖς Α 9 προήχθησαν Mang.: προσήχθησαν Α 10 μετανοίᾳ Mang. : μετανοίας Α 11 βεβήλων λόγων coni. Mang. ἀμνηστείαν Α 17 κημοὺς Mang. : κόσμους μαστίξει Α 19 εἰς Α: ὡς Hoesch. 20 ἐκτρέποντος Α 21 ἑρπηνώδη coni. Mang. 23 καλοποιῆσαι Hoesch. καλῶς ποιῆσαι ex LXX scripsi: κακῶς ποιῆσαι A, κακοποιῆσαι Hoesch. 23. 24 ἐξαγορεῦσαι coni. Mang. 25 κακὸν V 26 τινὰ τισὶν Α) [*](15 cf. Platonis Phaedrum p. 246 Ε.)

v.3.p.306
μόνῳ θεῷ, καὶ εἴ τις αὐτῷ φίλος. μάρτυς δὲ καὶ χρησμός, ἐν ᾧ λέγεται· „ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι“ (Deut. 32, 39).

ἀλλὰ γὰρ οὐδὲ ἐπιπόλαιον ἔσχεν ἡ δοκησίσοφος ψυχὴ τὴν τῶν ὑπὲρ ἑαυτὴν ὀνείρωξιν, ἀλλ’ οὕτως ἡ δυστυχὴς ἐξηνεμώθη, ὡς καὶ ἐνώμοτον γενέσθαι περὶ τοῦ βεβαίως καὶ παγίως ταῦθ’ ἑστάναι, ἃ ψευδῶς ὑπέλαβεν.

ἐὰν οὖν τὸ παλμῶδες καὶ παφλάζον τοῦ νοσήματος ἄρξηται χαλᾶν, τὰ τῆς ὑγείας ἐμπυρεύματα κατ’ ὀλίγον ἐκζωπυρούμενα βιάσεται τὸ μὲν πρῶτον ἐξαγορεῦσαι τὸ ἁμάρτημα, τὸ δ’ ἐστὶ κακίσαι ἑαυτήν, εἶτα πρὸς βωμοῖς ἱκέτιν γενέσθαι, ποτνιωμένην λιταῖς καὶ εὐχαῖς καὶ θυσίαις, αἷς ἀμνηστίας μόναις ἐπιλαχεῖν ἔστιν.

Ἑξῆς δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, τί δή ποτε τὸν ἐν Αἰγύπτῳ ποταμὸν μόνον ἀνέγραψεν ἔχοντα χείλη, τὸν δ’ Εὐφράτην ἤ τινα τῶν ἄλλων ἱερῶν ποταμῶν οὐκέτι. ὅπου μὲν γάρ φησι· „στήσῃ συναντῶν αὐτῷ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Exod. 7, 15) * * *.