De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ.

τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, ᾗ θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν.

διὸ ὁ ἱεροφάντης τὰς μὲν κατὰ τὸ πρῶτον σημαινόμενον φαντασίας τρανῶς πάνυ καὶ ἀριδήλως ἐμήνυσεν, ἅτε τοῦ θεοῦ χρησμοῖς σαφέσιν ἐοικότα διὰ τῶν ὀνείρων ὑποβάλλοντος, τὰς δὲ κατὰ τὸ δεύτερον οὔτε σφόδρα τηλαυγῶς οὔτε σκοτίως ἄγαν· ὧν ὑπόδειγμα ἡ ἐπὶ τῆς οὐρανοῦ κλίμακος φανεῖσα ὄψις. αὕτη γὰρ αἰνιγματώδης μὲν ἦν, τὸ δὲ αἴνιγμα οὐ λίαν τοῖς ὀξὺ καθορᾶν δυναμένοις ἀπεκρύπτετο.

αἱ δὲ κατὰ τὸ τρίτον εἶδος φαντασίαι μᾶλλον [*](Φίλωνος — ὀνείρους Α 2 ἀνεπίμαχον Α, ἄν σύμμαχον conicio vel ἄν ἐπὶ τὸ #x003E; σύμμαχον καλοῖμεν Mang.: καλεῖ μὲν Α, καλοῦμεν v 3 σημαινομένων coni. Mang. 5 ἀναδινοῦσα Richter, ἀναπολοῦσα conicio, ἀνακλονοῦσα coni. Cohn 6 θεσπίζῃ scripsi: θεσπίζει Α 9 ᾖ Mang.: εἰ Α 11 σημαινόμενον Mang.: σημαινόμενος Α, εἶδος γινομένας conicio 14 σκοτὶ ὡς Α, σκοταίως conicio ὧν scripsi: ὂν A, οὗ v ἐπὶ Mang. : ὑπὸ A οὐρανοῦ κλίμακος scripsi: οὐρανοκλίμακος Α 15 αὕτη scripsi: αὐτὴ Α)

v.3.p.260
τῶν προτέρων ἀδηλούμεναι διὰ τὸ βαθὺ καὶ κατακορὲς ἔχειν τὸ αἴνιγμα ἐδεήθησαν καὶ τῆς ὀνειροκριτικῆς ἐπιστήμης. πάντες γοῦν οἱ κατ’ αὐτὸ ἀναγραφέντες ὄνειροι τῷ νομοθέτῃ διακρίνονται πρὸς σοφῶν τὴν λεχθεῖσαν τέχνην ἀνδρῶν. τίνος οὖν εἰσιν οἱ ὄνειροι;

ἢ παντί τῳ δῆλον, ὅτι οἱ τοῦ Ἰωσήφ, οἱ τοῦ βασιλέως Αἰγύπτου Φαραὼ καὶ οὓς ὅ τε ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος εἶδον αὐτοί;

πρέποι δ’ ἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δ’ εἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντασίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρ — τοιοῦτον δ’ ἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα“ (Gen. 37, 7), — τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον * * * „ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με“ (ibid. 9).

διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατάσεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν; ἢ κυριεύων κυριεύσεις ἡμῶν“ (ibid. 8) ; τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν“ (ibid. 10) ;

Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. ἃ δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον εἴασαν.

οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαντες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαντες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνίτιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπ’ αὐτῶν σπαργάνων ἀνατραφέντες· οἱ δ’ ἕτεροι σκληροδίαιτοι, πρὸς μὲν ἀνδρῶν κουροτροφηθέντες, ἄνδρες δὲ καὶ αὐτοὶ τὰ φρονήματα, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἀσπαζόμενοι καὶ τροφαῖς ἀθλητικαῖς πρὸς ἰσχὺν καὶ ῥώμην, οὐ [*](1 ἀδηλούμεναι Mang.: δηλούμεναι Α 3 ἀναγραφέντες Hoesch.: ἀναγράφοντες A 4 τίνες conicio 5 ὅ τε] οὔτε Α 6 αὐτοῦ bene coni. Cohn 8 δυοῖν v 10 ἡμᾶς (cf. § 17, 30. 33): ὑμᾶς Α 11 τὸν] τὸ Α ἀπὸ τοῦ οὐρανοῦ· λέγει γάρ· post κύκλον suppleo, ἀπὸ δὲ οὐρανοῦ τὸ περὶ .... coni. Mang. 14. 15 βασιλεύσης et κυριεύσῃς Α 18 τοῖς Α: τῆς v 20 δὴ Mang.: διὰ Α 22 #x003E; καὶ ἄκρατον conicio 24 τῶν Mang.: τῶ A 27 ἐκτεθηλυμμένοις scripsi: ἐκτεθηλυμένοις A, ἐκτεθηλυσμένοις v ἔθεσιν secundum Cotelerium Mang.: ἔθνεσιν Α 28 ἐντραφέντες coni. Mang.)

v.3.p.261
πρὸς ἡδονήν, χρώμενοι.

δυεῖν δὴ θιάσων ἡγεμόνας εἰσάγει Μωυσῆς, τοῦ μὲν γενναίου τὸν αὐτομαθῆ καὶ αὐτοδίδακτον Ἰσαάκ — ἀναγράφει γὰρ αὐτὸν ἀπογαλακτιζόμενον (Gen. 21,8), ἁπαλαῖς καὶ γαλακτώδεσι νηπίαις τε καὶ παιδικαῖς τροφαῖς οὐ δικαιοῦντα χρῆσθαι τὸ παράπαν, ἀλλ’ εὐτόνοις καὶ τελείαις, ἅτε ἐκ βρέφους εὖ πρὸς ἀλκὴν πεφυκότα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα ἀεί —, τοῦ δὲ εἴκοντος καὶ εὐενδότου τὸν Ἰωσήφ.

οὗτος γὰρ οὐκ ἀλογεῖ μὲν τῶν κατὰ ψυχὴν ἀρετῶν, προμηθεῖται δὲ καὶ τῆς τοῦ σώματος εὐσταθείας, ἐφίεται δὲ καὶ τῆς τῶν ἐκτὸς εὐπορίας· ἀνθέλκεται δὲ εἰκότως πολλὰ τέλη τοῦ βίου προτεθειμένος, καὶ ἀντισπώμενος ὑφ’ ἑκάστου σείεται καὶ κλονεῖται μὴ δυνάμενος στηριχθῆναι.

καὶ γὰρ οὐδ’ ὥσπερ αἱ ἔνσπονδοι πόλεις εἰρήνην ἄγουσι * * * καὶ ἀντεπιτίθενται, ὡς ἐν μέρει κρατεῖν τε καὶ ἡττᾶσθαι· πολλὴ γὰρ ἔστιν ὅτε ῥυεῖσα πρὸς πλοῦτον καὶ δόξαν ὁρμὴ τὰς περὶ σῶμα καὶ ψυχὴν φροντίδας ἐξενίκησεν, εἶτα ἀντιβιασθεῖσα πάλιν ὑπὸ ἀμφοῖν ὑπὸ τῆς ἑτέρας ἐνικήθη. τὸν αὐτὸν δὲ τρόπον

ἀθρόαι καὶ αἱ σώματος ἡδοναὶ καταρραγεῖσαι πάντα ἑξῆς τὰ νοητὰ ἐπέκλυσάν τε καὶ ἠφάνισαν· εἶτ’ οὐκ εἰς μακρὰν ἀντιπνεύσασα σοφία λάβρῳ καὶ σφοδρῷ πνεύματι τό τε ῥεῦμα τῶν ἡδονῶν ἐχάλασε καὶ συνόλως τὰς διὰ τῶν αἰσθήσεων ἁπάσας σπουδάς τε καὶ φιλοτιμίας ἐπράυνε.

τοιοῦτος μὲν δὴ κύκλος εἱλεῖται περὶ τὴν πολύτροπον ψυχὴν ἀιδίου πολέμου· καθαιρεθέντος γὰρ ἑνὸς ἐχθροῦ φύεται πάντως δυνατώτερος ἕτερος, ὕδρας τῆς πολυκεφάλου τὸν τρόπον· καὶ γὰρ ἐπ’ ἐκείνης φασὶν ἀντὶ τῆς ἐκτμηθείσης κεφαλῆς ἀναβλαστάνειν ἄλλην, αἰνιττόμενοι τὸ πολύμορφον καὶ πολύγονον τῆς ἀθανάτου κακίας δυσάλωτον γένος.

μηδὲν οὖν ἓν ἀποκρίνας ποτὲ πρὸς * * * τῷ Ἰωσήφ, ἀλλ’ ἴσθι ὅτι πολυμιγοῦς καὶ κεκραμένης δόξης ἐστὶν εἰκών. ἐμφαίνεται γὰρ καὶ τὸ λογικὸν ἐγκρατείας [*](1 δυοῖν V δὴ τούτων #x003E; conicio 3 ἀπογαλακτιζόμενον Mang. τοῦτ᾿ έστιν vid. add.): γαλακτιζόμενον Α 8 εὐπαθείας coni. Mang. δὲ add. Cohn 10 σείεται Mang. : ἵεται A 11 οὐδὲ #x003E; coni. Mang. 12 αἱ ἐπιθυμίαι, ἀλλὰ πολεμοῦσιν ἀλλήλαις suppleo 13 πρὸς scripsi: περὶ Α 15 ἀμφοῖν #x003E; vel τῆς δυνατωτέρας conicio 16 καταρρυεῖσαι coni. Mang. 18 ἐκώλυσε coui. Mang. 24 ἓν ἀποκρίνας scripsi: ἐναποκρίνας Α, fort. τῶν ἀγαθῶν add. 2.3 lacuna 10—11 litt. iam in Α exstat, προσκλήρου μόνον τούτῳ) conicio, προσκληρωθεὶς Mang. 26 κεκραμένης Mang.: κεκρυμμένης Α γὰρ δι’ #x003E; conicio) [*](3—6 cf. Origenis in Gen. Homil. VII 1 p. 78.)

v.3.p.262
εἶδος, ὃ τῆς ἄρρενος γενεᾶς ἐστι, κατὰ τὸν πατέρα Ἰακὼβ τυπωθέν·

ἐμφαίνεται καὶ τὸ ἄλογον αἰσθήσεως, μητρῴῳ γένει τῷ κατὰ Ῥαχὴλ ἐξεικονισθέν· ἐμφαίνεται καὶ τὸ τῆς σωματικῆς ἡδονῆς σπέρμα, ὃ ἀρχιοινοχόων καὶ ἀρχισιτοποιῶν καὶ ἀρχιμαγείρων συνδιαιτήσεις ἐνεσφράγισαν· ἐμφαίνεται καὶ τὸ τῆς κενῆς δόξης, ἐφ’ ἣν ὡς ἐφ’ ἅρμα διὰ τὸ κοῦφον ἀναβαίνει (Gen. 41, 43), φυσώμενος καὶ μετέωρον αἰωρῶν ἑαυτὸν ἐπὶ καθαιρέσει ἰσότητος.

Ὁ μὲν δὴ τοῦ Ἰωσὴφ χαρακτὴρ διὰ τῶν εἰρημένων ὑποτυποῦται· τῶν δ’ ὀνειράτων ἑκάτερον μὲν ἀκριβωτέον, πρότερον δὲ τὸ περὶ τῶν δραγμάτων ἐρευνητέον. „ᾤμην“ φησίν „ἡμᾶς δεσμεύειν δράγματα“ (Gen. 37, 7). τὸ μὲν „ᾤμην“ εὐθέως ἀδηλοῦντος καὶ ἐνδοιάζοντος καὶ ἀμυδρῶς ὑπολαμβάνοντος, οὐ παγίως καὶ τηλαυγῶς ὁρῶντος, ἀνάφθεγμά ἐστι.

τοῖς γὰρ ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ ἔτι ὀνειρώττουσιν ἁρμόττον λέγειν „ᾤμην“, οὐχὶ τοῖς ἐγρηγορόσι παντελῶς καὶ τρανῶς ἐμβλέπουσιν.

ἀλλ’ οὐχ ὁ ἀσκητὴς Ἰακὼβ „ᾤμην“ ἐρεῖ, ἀλλ’ „ἰδοὺ κλῖμαξ ἐστηριγμένη, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν“ (Gen. 28, 12), καὶ πάλιν· „ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀνέβαινον ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί“ (Gen. 31, 10. 11).

τῶν γὰρ τὸ καλὸν δι’ ἑαυτὸ αἱρετὸν νομιζόντων καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας εἱλικρινεστέρας καὶ καθαρωτέρας ἐξ ἀνάγκης εἶναι συμβέβηκεν, ὥσπερ καὶ τὰς μεθ’ ἡμέραν δοκιμωτέρας πράξεις.