De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

διὸ καὶ αὐτός φησιν· „ἐγώ εἰμι ὁ θεός“, οὗ τὴν εἰκόνα ὡς ἐμὲ πρότερον ἐθεάσω καὶ στήλην ἐπίγραμμα ἐγκολάψας ἱερώτατον ἀνέθηκας (Gen. 31, 13)· τὸ δὲ ἐπίγραμμα ἐμήνυεν, ὅτι μόνος ἕστηκα ἐγὼ (Exod. 17,6) καὶ τὴν τῶν πάντων φύσιν ἱδρυσάμην, τὴν ἀταξίαν καὶ ἀκοσμίαν εἰς κόσμον καὶ τάξιν ἀγαγὼν καὶ τὸ πᾶν ἐπερείσας, ἵνα στηριχθῇ

βεβαίως τῷ κραταιῷ καὶ ὑπάρχῳ μου λόγῳ. στήλη γὰρ τριῶν πραγμάτων σύμβολον, στάσεως ἀναθέσεως ἐπιγράμματος. ἡ μὲν οὖν στάσις καὶ τὸ ἐπίγραμμα δεδήλωται, ἡ δὲ ἀνάθεσις ἀναγκαία μηνυθῆναι·

πᾶς ὁ οὐρανὸς καὶ ὁ κόσμος ἀνάθημα θεοῦ τοῦ πεποιηκότος τὸ ἀνάθημα· καὶ ὅσαι μέντοι κοσμοπολίτιδες ψυχαὶ καὶ θεοφιλεῖς, ἑαυτὰς ἀνιεροῦσιν ὑπὸ μηδενὸς ἀντισπώμεναι θνητοῦ, καθαγιάζουσαι δὲ καὶ καλλιεροῦσαι τὸν ἑαυτῶν ἄφθαρτον βίον οὐδέποτε κάμνουσι.

μάταιος δ’ ὅστις μὴ θεῷ στήλην ἀνατίθησιν, ἀλλ’ ἑαυτῷ, τὰ γενέσεως ἱστὰς τῆς πάντῃ σαλευομένης καὶ ἐπιγραμμάτων καὶ ἐπαίνων ἀξιῶν, ἃ ψόγου καὶ κατηγορίας μεστὰ ὄντα καλὸν ἦν ἢ μὴ γραφῆναι τὸ παράπαν ἢ γραφέντα εὐθὺς ἀπαλειφθῆναι.

διὸ καί φησιν ἄντικρυς ὁ ἱερὸς λόγος· „οὐ στήσεις σεαυτῷ στήλην“ (Deut. 16, 22)· ἕστηκε γὰρ τῶν ἀνθρωπίνων πρὸς ἀλήθειαν οὐδέν, κἂν διαρραγῶσί τινες ψευδόμενοι.

ἀλλὰ γὰρ οὐκ οἴονται μόνον παγίως ἐρηρεῖσθαι, ἀλλὰ καὶ τιμῶν ἄξιοι καὶ ἐπιγραμμάτων εἶναι, τοῦ μόνου τιμῆς ἀξίου καὶ ἑστῶτος ὄντως ἐπιλελησμένοι. [*](1 τοῦ om. M αὐτὸν] αὐτοῦ F1H1PN 2 φησὶν Η 4 ἀπ’] ἐπ’ F 4. 5 βελτιοῦσθαι GFHPN 5 τοιούτων om. GFHPN φαντασιούμενος GFHPN 6 ὁ] κύριος 6 GHP οὗ om. Α 6. 7 πρότερον ὡς ἐμέ GFHPN 9 τὴν om. N τῶν om. GFHP 10 τάξιν καὶ κόσμον GFHPN 10 ὑπερείσας Mang., sed cf. ἑ 158 13 ἀναγκαῖον MA, quo servato fort. leg. τὴν δέ ἀνάθεσιν 14 πᾶς 6 MA: πᾶσιν. 6 γὰρ ceteri N alterum 6 om. V ἀνάθεμα ’N 15 ἀνάθεμα GF1HPN, τὸ ἀνάθημα secl. Mang. 16 ἀναιροῦσιν AG καθαγίζουσαι Mang. 17 καλλιεροῦσαι M: καθιεροῦσαι Α (fort. recte), καλλιεργοῦσαι GFHPN αὐτῶν M, αὐτὸν A, αὑτῶν conicio 18 δὲ GFHP ἱστὰς εἰς τὰς FH1PN, τὰς Α 19 ἃ] τά G 21 ἀπαλιφῆναι Α φησιν ἄντικρυς 6 ἱερὸς λόγος GFHP: Μωυσῆς φησιν ἄντικρυς MA 22 στήσῃς Α ἀνθρωπίνων scripsi: ἀνθρώπων codd., ἀνθρωπείων coni. Mang. 23 κἄν] καὶ Α 23. 24 οὐκ οἴονται γὰρ (om. ἀλλά) Α 25 μόνον V τῆς τιμῆς F ὄντος M ἐπιλελησμένος P)

v.3.p.257
ἀποκλίναντας γὰρ αὐτοὺς καὶ ἐκτραπομένους τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν ἔτι μᾶλλον ἐξέτρεψεν αἴσθησις, ἡ σύμφυτος αὐτῶν γυνή, καὶ ἠνάγκασεν ἐξοκεῖλαι.

τοιγάρτοι περικαταχθεῖσα ὡς ναῦς ἡ ὅλη ψυχὴ τρόπον στήλης ἀνετέθη. τὴν γὰρ Λὼτ γυναῖκα ἐπιστραφεῖσαν εἰς τοὐπίσω φασὶν οἱ χρησμοὶ γενέσθαι στήλην ἁλός (Gen. 19, 26), εἰκότως γε καὶ προσηκόντως·

εἰ γάρ τις μὴ τὰ πρόσω, τὰ θέας καὶ ἀκοῆς ἄξια, διορᾷ — ταῦτα δ’ εἰσὶν ἀρεταὶ καὶ τὰ κατὰ ἀρετὰς ἔργα —, περιβλέπεται δὲ τὰ ὀπίσω καὶ τὰ νώτια, κωφὴν δόξαν καὶ τυφλὸν πλοῦτον καὶ ἀναίσθητον εὐσαρκίαν καὶ νοῦ κενὴν εὐμορφίαν καὶ ὅσα συγγενῆ τούτοις μεταδιώκων, ἄψυχος ἀνακείσεται στήλη περὶ ἑαυτὴν καταρρυεῖσα· οἱ γὰρ ἅλες οὐ βέβαιον.

Παγκάλως οὖν ὁ ἀσκητὴς μελέτῃ συνεχεῖ μαθών, ὅτι γένεσις κινητὸν ἐξ ἑαυτῆς, τὸ δὲ ἀγένητον ἄτρεπτόν τε καὶ ἀκίνητον, ἀνίστησι τῷ θεῷ στήλην καὶ ἀναστήσας ἀλείφει· λέγεται γάρ· „ἤλειψάς μοι στήλην„ (Gen. 31, 13).

ἀλλὰ μὴ νομίσῃς ἐλαίῳ λίθον ἀλείφεσθαι, ἀλλὰ τὸ περὶ τοῦ μόνον ἑστάναι τὸν θεὸν ἐν ψυχῇ δόγμα γυμνάζεσθαι καὶ συνασκεῖσθαι πρὸς ἀλειπτικῆς ἐπιστήμης, οὐχ ᾗ τὰ σώματα πιαίνεται, ἀλλ’ ὑφ’ ἧς διάνοια ἰσχὺν κτᾶται καὶ ῥώμην ἀνανταγώνιστον.

φίλαθλος γὰρ καὶ φιλογυμναστὴς ὁ πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων ὡρμημένος θήραν· ὥστ’ εἰκότως τὴν ἀδελφὴν ἰατρικῆς [*](1 ἀποκλίνοντας (sed ἀποκ)ίναν̔́ ἃς etiam F) et ἐκτρεπομένους GFHP τῆς ἐπ’ ἀρετὴν ἀγούσης ὁδοῦ coni. Mang. 2 ἐξέθρεῦ̣εν FIIP αὐτῶν Turn.: αὐτῶ codd. post ἠνάγκασεν add. αὐτὸν F 3 ἐξοκεῖλαι Α: ἐξωκεῖλαι ceteri 3. 4 τοιγάρτοι- ἀνετέθη om. G 3 -ι ερικα-ασχεθεῖσα HP, -ι αρα-́ ατασχς͂θεῖσα F, περικαταγεῖσα conicio 4 post γυναῖκα add. καὶ Turn. τὰ ὀπίσω F 5 ἁλῶν GFHP γε ΜΑ: δέ ceteri 6 πρόσω τὰ MGF: πρόσωπα, πρόσω HP 7 δέ εἰσιν GFHP τὰ om. F κατά ἀρετάς M: ἀρετῆς, κτὰ τἀς ἀρετὰς ceteri 8 νότια HP, νῶτα A 9 καὶ νοῦ κενὴν] κινουμένην MA τούτοισι P, τούτου H 10 στήλη om. F ’ αὐτὴν MA, αὑτὴν conicio καταρρέουσα GFHP II βέβαια F 12 συνεχῆ GP 13 αὔαις MA, αὑτῆς conicio δὲ om. Turn. ἀγέννητον GFHP ἄτρεπτόν om. FHP 16 τό M: om. ceteri μόνου P 16. 17 δόγμα γυμνάζεσθαι Mang.: δόγμα ἶ αραγυμνάζεσθαι MA, παρά δόξαν (παράδοξα FP) γυμνάζεσθαι ceteri. παρὰ videtur dittographia vocis περὶ (lin. 16) 17 συνασκεῖσθαι MA: προσασκεῖσθαι ceteri, tum συμβίνει add. Α οὐχ ᾖ] οὐχὶ A 17. 18 οὐχ ᾖ—ἀλλ’ om. F ἤ πιαίνεται σώματα GHP 18 ἡ διάνοια FHP 18. 19 ἀνταγώνιστον G 19 φογύμναστος GFHP 20 ὥστε GFHP) [*](4 cf. ad p. 136,1.)

v.3.p.258
τέχνης ἀλειπτικὴν ἐκπονήσας, πάντας τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας ἀλείψας καὶ συγκροτήσας λόγους, ἀνάθημα κάλλιστον καὶ ἐχυρώτατον ἀναθήσει θεῷ.

διὸ καὶ μετὰ τὴν τῆς στήλης ἀνάθεσίν φησιν, ὅτι „ηὔξω μοι εὐχήν“ (ibid.). εὐχὴ δέ ἐστι κυρίως εἰπεῖν ἀνάθεσις, ὁπότε μὴ μόνον τὰ ἑαυτοῦ κτήματα, ἀλλὰ καὶ τὸν κεκτημένον ἑαυτὸν ἀποδιδοὺς διδόναι λέγεται θεῷ δῶρον.

„ἅγιος“ γάρ φησιν „ἐστὶν ὁ τρέφων κόμην τρίχα κεφαλῆς“ (Num. 6, 5) εὐξάμενος· εἰ δὲ ἅγιος, ἀνάθημα πάντως, μηδενὸς ἔτ’ ἀνιέρου καὶ βεβήλου προσαπτόμενος.

ἐγγυᾶται δέ μου τὸν λόγον ἡ προφῆτις καὶ προφητοτόκος Ἄννα, ἧς μεταληφθὲν τοὔνομα καλεῖται χάρις. τὸν γὰρ υἱὸν διδόναι φησὶ τῷ ἁγίῳ δῶρον Σαμουήλ (I Reg. 1,28), οὐκ ἄνθρωπον μᾶλλον, ἀλλὰ τρόπον ἐνθουσιῶντα καὶ κατεχόμενον ἐκ μανίας θεοφορήτου. Σαμουὴλ δὲ ἑρμηνεύεται τεταγμένος θεῷ.

τί οὖν ἔτι, ψυχή, ματαιάζεις καὶ κενὰ πονεῖς, ἀλλ’ οὐ φοιτᾷς πρὸς τὸν ἀσκητήν, τὰ κατὰ τοῦ πάθους καὶ τῆς κενῆς δόξης ἀναλαβεῖν ὅπλα καὶ παλαίσματα μαθησομένη; τάχα γὰρ μαθοῦσα ἀγελαρχήσεις, οὐκ ἀσήμου καὶ ἀλόγου καὶ ἀναγώγου, δοκίμου δὲ καὶ λογικῆς καὶ ποικίλης ἀγέλης·

ἧς εἰ γένοιο ἡγεμών, τὸ μὲν οἰκτρὸν ἀνθρώπων γένος ὀλοφυρῇ, τὸ δὲ θεῖον οὐ παύσῃ προστρεπομένη, τὸν δὲ θεὸν οὐκ ἐπιλείψεις εὐδαιμονίζουσα, ἀλλὰ καὶ ὕμνους ἱεροπρεπεῖς στήλαις ἐγχαράξεις, ἵνα μὴ μόνον λέγῃς εὐτρόχως, ἀλλὰ καὶ ᾄδῃς μουσικῶς τὰς τοῦ ὄντος ἀρετάς. οὕτως γὰρ δυνήσῃ καὶ εἰς τὸν πατρῷον οἶκον ἐπανελθεῖν, τὴν ἐπὶ τῆς ξένης μακρὰν καὶ ἀνήνυτον ζάλην ἐκφυγοῦσα.

[*](2 ἐχυρώτατον MHP: ὀχυρώτατον AF, ἰσχυρώτατον G 3 ἀναθήσει MA: ἀνατίθησι ceteri, τίθησι v τῶ θεῶ G 3. 4 εὔξομαι εὐχήν Turn. 3 εὔξω GFP(H1) 5 αὐτοῦ GFHP, tum τις addunt τὸν om. F 5. 6 ἀποδιδόναι διδοὺς P 6 δῶρον θεῶ HP ἐστὶν GFHP: ἐστὶ Μωυσῆς MA 7 ὁ εὐξάμενος GFHP 6 ἅγιος F ἀνάθεμα GFHP 8 ἔτι FHP, ἐστὶν G ἀνιαροῦ HP μοι HP 9 ἡ om. MA 11 οὐκ] οὐκ ἄν H(P1) μᾶλλον, ἀλλὰ Α: μάλα ἀλλὰ M, μᾶλλον ἀλλ’ ἢ ceteri, μᾶλλον ἢ per errorem Mang. 12 δ’ GH, γὰρ conicio 13 κενοπονεῖς GFHP 15 ἀναλαβοῦσα v θησομένη L 17 ποικίλης MA: ποικίλης καὶ καλῆς GF, καλῆς HP ἀγέλης om. G εἰ om. GFH1P γένη ὁ ἡγεμών Α 18 ὀλοφυρῇ γένος GFHP προστρεπομένη scripsi: προτρεπομένη codd., προτρεψομένη L2 (Vat. 379) 19 στήλας GFHP 20 εὐστόχως Α 22 ζάλην MA: ἀλητείαν GH2, ἀλήθειαν FH1P φίλωνος περὶ τοῦ θεοπέμπτους τοὺς ὀνείρους εἶναι subscribit G)