De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν [*](1 ἑαυτὸν GFHP: αὐτὸν Α, αὐτὸν M οὐθένειαν P θ, s. s. Α 2 συνε· κράθη H2 ἄξιον GFH 3 τὰ τρία ταῦτα MA: ταῦτα GFH1P, ταῦτα τὰ H2 4 ῥαντὸν] ἑαυτόν F ante ἀτελῆ add. ἑωρακότα GFHP ἕωλα καὶ coni. Mang.) ἀτελῆ—τέλειον om. A μέγαν] μὲν γὰρ GFHP 9 ἤει M, s. s. H: εἴη ceteri τῷ om. HP θεῷ om. H1P1 ἑαυτῶ Α 10 τὸ] τόν Turn. 11 κυλλῷ εἶχεν ἐπ’ coni. Mang., ὃ πέπηκται ἐπ’ conicio 12 ἀστέρων Α 13 πρωτόγονος] καὶ μόνος s. s. F2 15 καὶ MAG: τε καὶ FHP 16 ἱερωμένον F ἐπιγέγραπται L 17 ἀντιμίμημα GFHP ἶνα] ἵνα καὶ Α 18 ὁ ἄνθρωπος G εἴδη G2PH1 τό τε H2 18 alterum τὸν om. GFHP 19 τύπων P2 τελεώτατον Α 20 διάλευκον P ἐσώτατα FHP 21 6 ἀρχιερεὺς F 21. 22 ἀπαμπίσχεται M: ἃς ἀμπίσχεται Α, ἀπαμφίσκεται GFHP π s. s. P2) 22 βύσσον Α 23 ἀφθαρσίας om. GFHP, tum καὶ add. Mang. 24 αὐτοειδεστάτου prius GF ἀρραγὴς τε scripsi: καθαρά τε MAP2, ἀρραγεστέρα GFP1, ἀρραγέστατον H οὐθενὸς MAF)

v.3.p.252
ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα.

διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος.

ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου.

λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37,3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ’ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτοειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθανῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνομάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι.

διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος.

ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς [*](3 τῶν] τὸν F 4 ἀνθρωπίνων GFHP 6 θνητοὶ MAP2: τυφλοὶ ceteri τυφοπλαστοῦσι F: τυφλοπλαστοῦσι ceteii 9 ante τρισὶ add. τῆς ὁμολογίας GFHP, interpolatum ex Epist. ad Hebraeos 3, 1 10 ποικίλῳ HP, G ut vid. 13 εἶχεν GFHP 14 περιρανάμενος MAGF ἀφ’] ἐφ’ Α 15 ἂν ἔγνω Α: ἀνέγνω ceteri οὔτε] οὗ F 17 ἀληθείας μέρος μέθος F) GFHP 18 ἀλόγων Α 19 οἱ MA: οἱ ἀπ’ ceteri σοφίας G 19. 20 οἷς ὀνόματ᾿ εἰσὶν Α 20 παλαῖσαι GHP, παλάσαι F κατασπᾶσαι GFHP 22 Μωσῆς codd. περιφυρμένον G 23 πᾶς om. G 25 δημοκοπικὸν Α, δημωτικὸν G 26 καταπλαγὴς GFHP 27. 28 ἐξ ὑμένων Α, ἐξημμένας conicio 28 ἑκάστην MA: ἐφ’ ἑκάτερα GHP, ἑκάτερα F)

v.3.p.253
αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός.

ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν.

τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες;

ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ’ ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης.

ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην.

φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ“ (Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13).

πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁὁ θεὸς ὁὁ ὀφθείς σοι“, οὐκ ἐν τόπῳ ἐμῷ, ἀλλ’ „ἐν τόπῳ θεοῦ,“ ὡς ἂν ἑτέρου. τί οὖν χρὴ λέγειν;

ὁ μὲν ἀληθείᾳ θεὸς εἷς ἐστιν, οἱ δ’ ἐν καταχρήσει λεγόμενοι πλείους. διὸ καὶ ὁ ἱερὸς λόγος ἐν τῷ παρόντι τὸν μὲν ἀληθείᾳ διὰ τοῦ ἄρθρου [*](1 αὐτὴν GFHP ἀναστρέψαι P 2 κατὰ ἀντιπείθεσιν Α 3 δυσαπότρεπτος coni. Mang. 5. 6 ἐσθῆτος πολυτελοῦς τῆς ἐπηνθισμένης πολιτείας ἁψαμενοι V ἁψάμενοι GFHP 7 prius καὶ om. GFPL 10 ἀποδράσομεν MA 11 τίθησιν GFHP 12 ἁγιστίαν A, ἀγιστίαν HP 13 ἀπορρήτοις et ἀληθοῦς om. MAP2 14 δόκιμον H, δοκίμιον conicio 15 ῥηθέντων HP ἀνηρεθισμένων G, ἀνηρεθισμένην P 16 ὅσα MA: ἅ GFHP 17 alt. τὸ om. FHP 19 6 om. HP 21 θεῶ Α 22 ἀλλ’ GFHPN τῷ ὄντι om. GFHPN 23 ὅτι om. GFHPN τῶ ἐμῶ GFHPN 25 γενόμενοι HP 26 ὁ ἱερὸς λόγος GFHPN: Μωυσῆς MA διὰ τοῦ ἄρθρου om. Α) [*](21—254,10 N fol. 151v: μὴ παρέλθῃς — ὕπαρξιν. 24 ss. cf. Augustini in Hept. lib. I ad Gen. 31,13.)

v.3.p.254
μεμήνυκεν εἰπών· „ἐγώ εἰμι ὁ θεός“, τὸν δ’ ἐν καταχρήσει χωρὶς ἄρθρου φάσκων· „ὁ ὀφθείς σοι ἐν τόπῳ“, οὐ τοῦ θεοῦ, ἀλλ’ αὐτὸ μόνον „θεοῦ“.

καλεῖ δὲ θεὸν τὸν πρεσβύτατον αὐτοῦ νυνὶ λόγον, οὐ δεισιδαιμονῶν περὶ τὴν θέσιν τῶν ὀνομάτων, ἀλλ’ ἓν τέλος προτεθειμένος, πραγματολογῆσαι. καὶ γὰρ ἐν ἑτέροις σκεψάμενος, εἰ ἔστι τι τοῦ ὄντος ὄνομα, σαφῶς ἔγνω ὅτι κύριον μὲν οὐδέν (Exod. 6, 3), ὃ δ’ ἂν εἴπῃ τις, καταχρώμενος ἐρεῖ· λέγεσθαι γὰρ οὐ πέφυκεν, ἀλλὰ μόνον εἶναι τὸ ὄν.

μαρτυρεῖ δὲ καὶ τὸ θεσπισθὲν λόγιον τῷ πυνθανομένῳ, εἰ ἔστιν ὄνομα αὐτῷ, ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἵν’ ὧν δυνατὸν ἀνθρώπῳ καταλαβεῖν μὴ ὄντων περὶ θεόν, ἐπιγνῷ τὴν ὕπαρξιν.

ταῖς μὲν οὖν ἀσωμάτοις καὶ θεραπευτρίσιν αὐτοῦ ψυχαῖς εἰκὸς αὐτὸν οἷός ἐστιν ἐπιφαίνεσθαι διαλεγόμενον ὡς φίλον φίλαις, ταῖς δὲ ἔτι ἐν σώματι ἀγγέλοις εἰκαζόμενον, οὐ μεταβάλλοντα τὴν ἑαυτοῦ φύσιν — ἄτρεπτος γάρ —, ἀλλὰ δόξαν ἐντιθέντα ταῖς φαντασιουμέναις ἑτερόμορφον, ὡς τὴν εἰκόνα οὐ μίμημα, ἀλλ’ αὐτὸ τὸ ἀρχέτυπον ἐκεῖνο εἶδος ὑπολαμβάνειν εἶναι.

παλαιὸς μὲν οὖν ᾄδεται λόγος, ὅτι τὸ θεῖον ἀνθρώποις εἰκαζόμενον ἄλλοτε ἄλλοις περινοστεῖ τὰς πόλεις ἐν κύκλῳ, τάς τε ἀδικίας καὶ παρανομίας ἐξετάζον· καὶ τάχα μὲν οὐκ ἀληθῶς, πάντως δὲ λυσιτελῶς καὶ συμφερόντως ᾄδεται.

ὁ δὲ λόγος σεμνότερον καὶ ἁγιώτερον ταῖς περὶ τοῦ ὄντος ἐννοίαις ἀεὶ χρώμενος, ἅμα δὲ καὶ τὸν τῶν ἀφρόνων βίον παιδεῦσαι γλιχόμενος ἀνθρώπῳ μὲν εἴκασεν, οὐ μέντοι τῶν ἐπὶ μέρους οὐδενί·

πρόσωπον διὰ τοῦτο καὶ χεῖρας καὶ βάσεις καὶ στόμα καὶ φωνὴν ὀργάς τε καὶ θυμούς, ἔτι δὲ ἀμυντήρια [*](1 post θεός add. σου Α δ’ ἐν] δέ GFHPN 3 τὸν θεὸν Turn. λόγον om. F 4 τέλος om. F προστεθειμένος FLN 5 πραγματολογήσει HP 6 ἔγνων H2L 7 ἀλλὰ] ἀλλ’ ἡ Η2 εἶναι om. GFHP1 9 ὧν MA1H2(P2): ὡς A2, ὃν FH1P1N, om. G, ὃ vel ὃ μόνον conicio 9. 10 δυνατὸν MA: ἀδύνατον ceteri N 10 μὴ] τῶν vel μόνον τῶν conicio ὄντως F 10. 11 ἐπιγνῶ—ψυχαῖς add. mg. P-, γνῶ—εἰκὸς add. mg. H2 11 θεραπευτίσιν P 12 prius οἷον A δ’ HP 13 σώμασιν GFHP 14 τοῖς φαυντασιουμένοις F2 15 οὐ] μὴ GHP εἶδος ἐκεῖνο GFHP 17 ἄλλοτε ἄλλοις MAP2: ἀλλοδαποῖς GHP1 (Hom.), ἀλλοδαπεῖς F περιενόστει coni. Mang. 18 εὐδικίας F 19 6 δὲ λόγος GFHP: Μωυσῆς δὲ MA, ὁ δὲ ἱερὸς λόγος bene coni. Mang. 21 τόν τῶν Α: τὸν M(?)HP, τῶν GF) [*](16 Hom. Od. ρ, 485—487 22 ss. Clem. Alex. Strom. V § 69 p. 687 P: καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργάς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι . . . . cf. vol. II ad p. 1,5.)

v.3.p.255
ὅπλα καὶ εἰσόδους μέντοι καὶ ἐξόδους καὶ τὰς ἄνω καὶ κάτω καὶ πανταχῇ κινήσεις περιέθηκεν, οὐ πρὸς ἀλήθειαν τὸ κεφάλαιον τοῦτο τῶν λόγων ἀναφέρων, ἀλλὰ πρὸς τὸ λυσιτελὲς τῶν μανθανόντων.

εἰσὶ γάρ τινες ἀμβλεῖς πάνυ τὰς φύσεις, ὡς μὴ δύνασθαι θεὸν ἄνευ σώματος ἐπινοῆσαι τὸ παράπαν· οὓς ἀμήχανον ἑτέρως ἢ τρόπον τοῦτον νουθετεῖν λέγοντας, ὅτι ὡς ἄνθρωπος ὁ θεὸς ἀφικνεῖται καὶ ἐξαναχωρεῖ καὶ κάτεισι καὶ ἀνέρχεται καὶ φωνῇ χρῆται καὶ τοῖς ἁμαρτανομένοις δυσχεραίνει καὶ ἀπαραιτήτως πρὸς τὰς ὀργὰς ἔχει καὶ βέλη μέντοι καὶ ξίφη καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίας ὄργανα ἐπιτήδεια κατὰ τῶν ἀδίκων προευτρέπισται.