De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ’ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ δ’, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ.

δεύτερον δ’ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμβάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ’ ἐστὶ πρῶτον οἰκεῖον εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε·

„καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ [*](Φίλωνος MAG: om. FHP τοὺς ὀνείρους εἶναι transpos. F 1 μὲν MA: μὲν οὖν GFHP τῶν θεοπέμπτων ὀνείρων hic habct MA: post ταττομένους transpos. τῶν om. P) GFHP 3 ὑποβολὴν F, ἐπιβουλὴν P2 4 δὲ GFP ἄν om. L δηλώσωμεν Α ἐφαρμόττοντας MA; ἐφαρμόζοντας ceteri 5 ἦν, ἐν coni. Cohn 6 ἑαυτοῦ Η: αὐτοῦ δοκεῖ MAP: ἐδόκει GFH 7 δέ ἐστι GFHP 8 εἴδει Η: εἴδη G, ἤδη Α, εἴ τι MFP οὐρανοῦ κλίμακος G (Mang.): οὐρανοκλίμακος ceteri τὸ δὲ MAFP 9 post ἐνυπνιάσθη add. Ἰακὼβ GFHP 10 οἱ om. Α 11 αὐτῆ G post prius αὐτῆς· verba καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῆ γῆ ex lin. 9 repet. HP ὁ δὲ κύριος ἐπεστήρικτο MA: καὶ ὁ add. HP) κύριος ἐστήλωται GFHP αὐτὴ G ὁ MA, s. s. Η: om. GFP εἰμι] κύριος conicio (v. § 159. 166. 175)) [*](1 ss. cf. Origenem in vol. I p. LXXXXXVII. 2 ss. cf. Posidonium apud Cic. De div. I 64.)

v.3.p.205
θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα σοι“ (Gen. 28,12—15).

προκατασκευὴ δ’ ἐστὶ τῆς φαντασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε“ φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (ibid. 10. 11)· κἄπειτ’ εὐθύς ἐστι τὸ ὄναρ.

οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος καὶ διὰ τί, ὅταν γένηται κατ’ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται.

Σκοπῶμεν οὖν αὐτίκα τὸ πρῶτον. ἐμοὶ τοίνυν δοκεῖ σύμβολον εἶναι τὸ φρέαρ ἐπιστήμης· οὐ γάρ ἐστιν ἐπιπόλαιος αὐτῆς ἡ φύσις, [*](1 Ἁβραὰμ fere scribunt HP τοῦ MAG, s. s. H: om. FP ὁ MAH2: om. GFPH1 ἡ γῆ MA: τὴν γῆν ceteri 2 ἧς] ᾖ AF αὐτὴν MA: om. ceteri 3 ἡ ἄμμος MA: χοῦς ceteri ὁ s. s. Η2) 3—5 καὶ—σου om. A 3 πλατυνθήσεται Mang. (cf. § HP, πληθυνθήσονται MGF 4 λίβα καὶ ante ἀντολὰς transp. M λίβαν F εὐλογηθήσονται G 5 φυλαὶ M: συγγένειαι ceteri ἐν addidi post σου rep. καὶ ἔσται—σῆς ex lin. 2. 3 M μετὰ om. MA 6 διαφυλάσσω MA σε s. s. Η ἀποστρέψω MA: ἐπιστρέψω ceteri 7 ἐγκαταλείπω GL 8 ὅσα MA: ἁ ceteri δέ ἐστι MAP 9 ἴσως om. G 10 καταλαβεῖν MA: καταλαμβάνειν ceteri 11 prius τοῦ om. FPH1 alterum τοῦ s. s. H2P2, om. F 12 ἀπήντησεν ἐν τόπω GFHP ἔδυ γὰρ MA (cf. § 72): καὶ ηὐλίσθη ἐκεῖ, ὅτι εἰσῆλθεν ceteri 13 κεφαλὴν H αὑτοῦ v 14 κἄπειτα G εὐθύς MA: εὐθέως ceteri ἐστι] ἐπὶ G, ἕπεται conicio 15 ταυτὶ τρία MA: τρία ταῦτα ceteri τὸ MA, s. s. G2H2: om. G1FPH1 post ὅρκου add. τὸ P2 17 λεχθέντος MA: προλεχθέντος ceteri ἐξελθὼν hic habet MA: post ἔρχεται transpos. GFHP εὐθὺς GFHP: om. MA 18 κατ’ αὐτοῦ F δύηται GP 20 τὸ] κοὶ τὸ Α τοίνυν om. MA) [*](21 sqq. cf. Orig. Contra Cels. IV 44 p. 537 (Siegfried, Philo von Alex. p. 356). Ambros. de Isaac 4,21.)

v.3.p.206
ἀλλὰ πάνυ βαθεῖα· οὐδ’ ἐν φανερῷ πρόκειται, ἀλλ’ ἐν ἀφανεῖ που κρύπτεσθαι φιλεῖ· οὐδὲ ῥᾳδίως, ἀλλὰ μετὰ πολλῶν πόνων καὶ μόλις ἀνευρίσκεται. καὶ ταῦτ’ οὐ μόνον ἐπὶ τῶν μεγάλα καὶ ἀμύθητα ὅσα θεωρήματα ἐχουσῶν, ἀλλὰ καὶ ἐπὶ τῶν εὐτελεστάτων θεωρεῖται.

ἣν γοῦν ἂν ἐθέλῃς ἑλοῦ τῶν τεχνῶν, μή μοι τὴν ἀρίστην, ἀλλὰ τὴν πασῶν ἀφανεστάτην, ἣν ἐλεύθερος μὲν ἴσως οὐδεὶς ἐν πόλει τραφεὶς ἑκὼν ἐπιτηδεύσειεν ἄν, ἐν ἀγρῷ δὲ μόλις ἄκων οἰκέτης δυσκόλῳ καὶ δυστρόπῳ παλαίων δεσπότῃ βιαζομένῳ πολλὰ δρᾶν τῶν ἀβουλήτων.

εὑρεθήσεται γὰρ οὐχ ἁπλοῦν, ἀλλὰ ποικίλον τὸ πρᾶγμα, οὐ θήρᾳ ληπτόν, δυσεύρετον, δυσπεριγένητον, ἐχθρὸν μὲν ὄκνῳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, σπουδῆς δὲ καὶ φιλοτιμίας ἱδρώτων τε καὶ φροντίδων μεστόν. οὗ χάριν οὐδ’ ὕδωρ ἐν τῷ φρέατι τούτῳ φασὶν οἱ ὀρύττοντες εὑρεῖν (Gen. 26,32), ἐπειδὴ τὰ τέλη τῶν ἐπιστημῶν οὐ δυσεύρετα μόνον, ἀλλὰ καὶ ἀνεύρετα παντελῶς εἶναι συμβέβηκε.

γραμματικώτερος δὲ διὰ τοῦτο καὶ γεωμετρικώτερος ἕτερος ἑτέρου γίνεται τῷ τὰς ἐπιτάσεις καὶ παραυξήσεις ἀμήχανον εἶναι ὅροις περιγραφῆναι· πλείω γὰρ ἀεὶ τῶν εἰς μάθησιν ἡκόντων τὰ ἀπολειπόμενα ἐκδέχεται καὶ ἐφεδρεύει, ὡς καὶ τὸν ἅπτεσθαι περάτων ἐπιστήμης ὑπολαμβανόμενον ἡμιτελῆ παρ’ ἑτέρῳ κριτῇ νομίζεσθαι, παρὰ δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἄρτι ἄρχεσθαι δοκεῖν.

„βραχὺς μὲν γὰρ ὁ βίος,“ ἔφη τις, „ἡ δὲ τέχνη μακρά,“ ἧς ἄριστα καταλαμβάνει τὸ μέγεθος [*](1 ἀφανεῖ] ἁ s. s. G2 3 post ἀνευρίσκεται verba καὶ ἐπὶ—θεωρεῖται ex lin. add. H, sed rursus del. 3. 4 καὶ ταῦτα—ἐχουῶν rep. in mg. 3 ταῦτ’ οὐ M: τούτου Α, ταῦτα οὐ ceteri μεγάλων A 3. 4 ὅσα θεωρήματα om. G 5 πασῶν MA: ἁπασῶν ceteri 7 ἄν om. MA δυσκόλω καὶ δυστρόπῳ MA: δυστρόπῳ καὶ δυσκόλω ceteri 8 δουλεύων coni. Mang. 9 ποικίλλω G οὐ om. GF, add. mg. P2 θηρατοῦ GF, τῇ ῥᾳστώνῃ conicio ληπτόν MAH2P2: μεμπτόν GFH1P1 δυσόρατον MA 10 ἀμελείᾳ καὶ ῥαθυμία MA: ῥαθυμία καὶ ἀμελείᾳ ceteri 11 τε] δὲ Α οὑ χάριν om. Turn. 12 τοῦτο Α 13 δυσεύρητα D ἀνεύρητα D 14 συμβέβηκεν HP δὲ om. MA 14. 15 δὲ—γεωμετρικώτερος om. D 15 τῳ] τῶν AP ἐπιδόσεις coniciebam 16 εἶναι ὅροις M: ὅροις εἶναι ceteri ἀεὶ MAP2: δεῖ ceteri 17 τὰ s. s. H2P2 ἐκδέχεται MAP2: ἐκδέχεσθαι ceteri ἐφεδρεύει MAP2: ἐφεδρεύειν ceteri 18 ὑπολαμβανόμενον MA: ὑπολαμβάνοντα ceteri νομίζεσθαι MA: ὑπολαμβάνεσθαι ceteri 19 ἄρτι om. Α ἄρχεσθαι] νομίζεσθαι G γὰρ om. G 20 ὡς post βίος add. GFHP ἧς MA: ἡ FHP, ὃς G (man. 2 ut vid.)) [*](13—16 DK fol. 262r ἐκ τοῦ περὶ τῶν ὀνείρων· τὰ τέλη—περιγραφῆναι. 20 Hippocrates, Aphorismi I 1.)

v.3.p.207
ὁ ἀψευδῶς ἐμβαθύνων αὐτῇ καὶ ὥσπερ φρέαρ αὐτὴν ὀρύττων. διὸ καὶ τελευτῶντά τινα πολιὸν ἤδη καὶ ὑπέργηρων λόγος ἔχει δακρύειν, οὐ δι’ ἀνανδρίαν φόβῳ θανάτου, ἀλλὰ διὰ παιδείας ἵμερον ὡς νῦν πρῶτον εἰς αὐτὴν εἰσιόντα, ὅτε πανύστατ’ ἔξεισιν.

ἀνθεῖ γὰρ ἡ ψυχὴ πρὸς ἐπιστήμην, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. πρὶν οὖν ἡβῆσαι καὶ ἐννεάσαι τῇ τῶν πραγμάτων ἀκριβεστέρᾳ καταλήψει, χαλεπὸν ὑποσκελισθῆναι. τὸ δὲ πάθος τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν φιλομαθῶν, οἷς νέα ἐπὶ παλαιοῖς ἀνίσχει καὶ ἀναλάμπει θεωρήματα, πολλὰ μὲν καὶ τῆς ψυχῆς, ὁπότε μὴ στεῖρα καὶ ἄγονος εἴη, τικτούσης, πολλὰ δὲ καὶ τῆς φύσεως ἀτεκμάρτως ἐκ ταὐτομάτου προφαινούσης τοῖς διάνοιαν ὀξυδορκοῦσι. τὸ μὲν οὖν ἐπιστήμης φρέαρ ὅρον καὶ τελευτὴν οὐκ ἔχον τοιοῦτον ἀπεδείχθη.

διὰ τί δὲ ὅρκος ὠνομάσθη (Gen. 26,33), λεκτέον· τὰ ἐνδοιαζόμενα τῶν πραγμάτων ὅρκῳ διακρίνεται καὶ τὰ ἀβέβαια βεβαιοῦται καὶ τὰ ἄπιστα λαμβάνει πίστιν· ἐξ ὧν ἐκεῖνο συνάγεται, ὅτι περὶ οὐδενὸς ἄν τις οὕτως βεβαιώσαιτο, ὡς περὶ τοῦ τὸ σοφίας γένος ἀπερίγραφον καὶ ἀτελεύτητον εἶναι.

καλὸν μὲν οὖν καὶ ἀνωμότῳ διεξιόντι περὶ τούτων συνεπιγράφεσθαι· ὁ δὲ μὴ λίαν εἰς συναίνεσιν εὐχερὴς ἐνωμότῳ γενομένῳ συναινείτω. μηδεὶς δὲ ὀμνύναι τὸν τοιοῦτον ὅρκον [*](1 ὁ MAP2: om. ceteri ὀρύττων αὐτήν HP διὸ MA: ὃν ceteri 2 τινα MA: om. ceteri 3 δι’] δ’ F1 ἀνανδρείαν P διὰ om. Α post νῦν add. ἔχων AP2 4 εἰς αὐτὴν MAP2: ἐπ’ αὐτὰ G2, ἐπ’ αὐτὴ H(P1), ὑπ’ αὐτὴ F(G1?) εἰσιόντα MAP εἰσ in ras. P2): ἱερεῖ ὄντα G1, ἀνιερεῖον ὄντα G2, ἐρεῖ ὄντα F; ἐρ, ras. 1 litt., ὄντα H (supra ρ scr. εῖν H2) πάνυ κατέξεισιν Α πρὸς] κατ’ Α 5 αἱ] καὶ MA αἱ ἀκμαὶ M 7 ante χαλεπὸν add. οὐ Α κοινῶν G 9 πολλοὺς N 11 διάνοιαν MAG: τὴν διάνοιαν FHPN 12 ὅρκος scripsi (cf. § 14. 24. 40): ὅρκου codd. 14 βεβαιοῦνται AHP 15 οὕτω Α 16 καλὸν MAP2: μᾶλλον ceteri N ἀνομότω Α, ἀνωτάτω G, ἀνομωτάτω F 17 λίαν MAP2: δεῖν G, δὲ FN, δ’ HP1 συναίνεσιν Maug.: σύνεσιν codd. N 18 ἐνομότω AF, ἐνομώτω G γινομένω N συναινείτω MP2: συναινεῖτο Α, συναινεῖ ceteri Ν) [*](2 cf. Aristo apud Stob. IV 202 Mein.: πολλοὶ σοφοὶ γηραιοὶ φιλοζωοῦσι . . . . . . . ὀψὲ ἀρετῆς ἐπήβολοι γενόμενοι ἐφίενται αὐτὴν ἐκθρέψαι. 4. 5 DP fol. 105 Εὐαγρίου DV p. 404 Floril. Par. (inter sententias Euagrii No. 8) Max. Ecl. cap. 41 Εὐαγρίου (praecedit in DV Euagrii sententia, sed Φίλωνος in margine adnotatum est): ἀνθεῖ πρὸς ἐπιστήμην ψυχή, ὁπότε αἱ αἱ om. D) τοῦ σώματος ἀκμαὶ χρόνου χρόνου om. D) μήκει μαραίνονται. cf. Elter, Gnomica I p. IL 4—280,1 N fol. 150r: sequuntur: λέγει δὲ καὶ ὁ Πλάτων ὅτι ἡ τῆς διανοίας ὄψις ἄρχεται ὀξὺ βλέπειν, ὅταν ἡ τῶν ὀμμάτων τῆς ἀκμὴς λήγειν ἐπιχειρῇ.)

v.3.p.208
ἀναδυέσθω σαφῶς εἰδώς, ὅτι ἐν εὐόρκων γραφήσεται στήλαις.

ἅλις μὲν δὴ τούτων. ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, διὰ τί τεττάρων ὀρυττομένων φρεάτων ὑπὸ τῶν ἀμφὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ (Gen. 21, 25. 26,19—23) τὸ τέταρτον καὶ τελευταῖον „ὅρκος“ προσερρήθη.

μήποτ’ οὖν δι’ ὑπονοιῶν ἐκεῖνο βούλεται παραστῆσαι, ὅτι κἀν τῷ παντὶ τεττάρων ὄντων, ἐξ ὧν συνέστηκεν ὅδε ὁ κόσμος, καὶ ἐν ἡμῖν αὐτοῖς ἰσαρίθμων, ἐξ ὧν διαπλασθέντες εἰς ἀνθρωπόμορφον εἶδος ἐτυπώθημεν, τὰ μὲν [[οὖν]ὗν] τρία πέφυκεν ἀμηγέπῃ καταλαμβάνεσθαι, τὸ δὲ τέταρτον ἀκατάληπτον πᾶσι τοῖς κριταῖς ἐστιν.

ἐν μὲν οὖν τῷ κόσμῳ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ οὐρανὸν τέτταρα τὰ πάντα εἶναι συμβέβηκεν· ὧν τὰ μὲν ἄλλα κἂν δυσευρέτου, ἀλλ’ οὐκ εἰσάπαν ἀνευρέτου μοίρας ἠξίωται.

καὶ γὰρ γῆν, ὅτι ἐστὶ σῶμα βαρὺ καὶ ἀδιάλυτον καὶ στερέμνιον καὶ τεμνόμενον εἰς ὄρη καὶ πεδιάδας χώρας καὶ ποταμοῖς καὶ θαλάττῃ διαιρούμενον, ὡς τὰ μὲν νησιάζειν, τὰ δὲ ἠπειροῦσθαι, καὶ ὅτι τὸ μὲν αὐτῆς λεπτόγεων, τὸ δὲ βαθύγειον, καὶ τὸ μὲν τραχὺ καὶ στρυφνὸν καὶ λιθῶδες καὶ εἰσάπαν ἄγονον, τὸ δὲ λεῖον καὶ μαλακὸν καὶ γονιμώτατον, καὶ μυρία πρὸς τούτοις ἕτερα καταλαμβάνομεν·

καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρημένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ’ ἁλμυρόν, τὸ δ’ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ’ οὐ πότιμον—καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ’ οἷς θάτερον, οὐ τὸ ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον —, καὶ τὸ μὲν φύσει ψυχρόν, τὸ δὲ φύσει θερμόν —

εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ [*](1 ἐν εὐόρκων MA: ὁ εὐορκῶν ceteri, εὐορκῶν N 2 τεσσάρων GFHP 3 τῶν] τὸν Α 4 ὅρκου MA προσερρήθη MA: προσηγορεύθη ceteri 4. 5 μήποτε δι’ FHP 5 κἀν τῷ] αὐτῶ̣ Turn. τεσσάρων MA 6 συνέστηκεν FH post αὐτοῖς ras. 3 litt. G 7 μὲν οὗν GFHP οὖν seclusi): om. MA 8 πέφυκε GFHP ἀμηγέπη MAP2: om. ceteri 10 τὰ πάντα εἶναι MA: ταῦτα εἶναι G, εἶναι ταῦτα FHP 10. 11 κἄν δυσευρέτου MA: εἰ καὶ δυσεύρετα ceteri 12 στερέμνιον GFHP: κάτω νεῦον τὲ MA 14 λεπτόγεων MAF: λεπτόγεον G, λεπτόγειον HP 14—16 τὸ δὲ βαθύγειον—ἄγονον om. 15 βαθύγεων Α βραχὺ L στρυφνὸν FH2: στριφνόν ceteri 17 τε MA: om. ceteri 19 δ’ ἄλλαις MA, in ras. P2: δὲ ὑλῶδες ἐστὶ G, δὲ βλακώδεσι F, δὲ βλυχῶδες ἐστί H (sed υχ, εσ, ε, τ scr. H2) διακεκριμένον GFHP: διακεκραμένον Α, διακεκραμμένον M 20 ἑκάτερον] θάτερον MA 20. 21 οὐ τό ἕτερον HP: οὗ οὐ τὸ ἕτερον F, οὐθέτερον MA, om. G 22 πολλαχόθι Α: πολλαχόθεν ceteri 23 μόνον om. Turn. post alt. κατὰ add. τὴν HL, sed H rursus del. θάλασσαν GFHP 24 ζέον ὕδωρ MAP2: om. ceteri)

v.3.p.209
τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ ἴσχυσε σβέσαι, ἀλλ’ οὐδ’ ἐπὶ ποσὸν ἀνεῖναι —·

καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανότητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετοπωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι.