De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τοιγάρτοι καὶ ὁ ἀσκητὴς εὐχόμενος ταὐτὸν ἀποδηλώσει φάσκων· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου“ καὶ προστίθησιν „ἐνώπιον αὐτοῦ“ (Gen. 48, 15), χάριν τοῦ γνῶναι τὴν πραγματικὴν διαφορὰν τοῦ „θεῷ“ εὐαρεστεῖν πρὸς τὸ „ἐνώπιον αὐτοῦ“· τὸ μὲν γὰρ ἀμφότερα περιέχει, τὸ δὲ θάτερον μόνον.

οὕτω [*](1 εὑρεθῆναι conicio (cf. D) 2 συνδεδεμένον DR fol. 24 4 σοφὸν D 5 δὲ om. Β 6 οὐκ ἐθέλει D: οὐ θέλει codd., οὔ φιλεῖ coni. Mang. 12 τιθασσοῦ codd. 15 εὐαρέστει D: εὐαρεστήσει ΑΒ, in εὐαρεστήσῃ corr. B, εὐαρεστήσεις V τουτέστι D ἐμοὶ μόνῳ D: μόνω ἐμοὶ AB μόνον Mang. ex Cantabrigiensi Coll. S. Trin. B. 9. 6 17 ἐλεῶν om. D 18 πάντας D 19 εὐαρεστήσεις D: εὐαρεστεῖς codd. δὲ D εὐαρεστήσεις D: εὐαρεστεῖς codd. 25 περιέχει Mang.: παρέχει codd.)

v.3.p.164
καὶ Μωυσῆς ἐν τοῖς προτρεπτικοῖς παραινεῖ λέγων· „τὸ εὐάρεστον ποιήσεις ἐνώπιον κυρίου τοῦ θεοῦ σου“ (Deut. 12,28), οἷον τοιαῦτα πρᾶττε, ἃ γενήσεται ἐπάξια τοῦ φανῆναι θεῷ καὶ ἅπερ ἰδὼν ἀποδέξεται· ταῦτα δὲ καὶ εἰς τοὺς ὁμοίους εἴωθε χωρεῖν.

ἐντεῦθεν ὁρμηθεὶς τήν τε σκηνὴν δυσὶ περιβόλων ὁρίοις συνύφαινε, μέσον ἀμφοῖν κάλυμμα θείς, ὅπως διακρίνηται τῶν εἴσω τὰ ἔξω (Exod. 26, 33), καὶ τὴν νομοφυλακίδα ἱερὰν κιβωτὸν ἔνδοθεν καὶ ἔξωθεν ἐχρύσωσε (Exod. 25,10), καὶ τῷ μεγάλῳ ἱερεῖ διττὰς ἀνέδωκε στολάς, τὴν μὲν λινῆν ἔνδον, τὴν δὲ ποικίλην ἔξω μετὰ τοῦ ποδήρους (Exod. 28, 4. Lev. 6, 10).

ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σύμβολα ψυχῆς ἐστι καὶ τοῖς εἴσω πρὸς θεὸν ἁγνευούσης καὶ [ἐν] τοῖς ἔξω πρὸς τὸν αἰσθητὸν κόσμον καὶ βίον καθαρευούσης. εὐστόχως οὖν ἐκεῖνο πρὸς τὸν παλαιστὴν νικηφόρον ἐλέχθη μέλλοντα τοῖς νικητηρίοις ἀναδεῖσθαι στεφάνοις. τὸ γὰρ ἐπ’ αὐτῷ κήρυγμα τοιοῦτόν ἐστι· „ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28).

τὸ γὰρ καθ’ ἑκατέραν τάξιν εὐδοκιμῆσαι, καὶ τὴν πρὸς τὸ ἀγένητον καὶ τὴν πρὸς τὸ γενόμενον, οὐ μικρᾶς ἐστι διανοίας, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, κόσμου καὶ θεοῦ μεθορίου· συνόλως τε προσήκει τὸν ἀστεῖον ὀπαδὸν εἶναι θεοῦ· μέλει γὰρ τῷ πάντων ἡγεμόνι καὶ πατρὶ τοῦ γενομένου.

τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου [*](1 Μωσῆς codd. 3 5 φανῆναι θεῶ γενήσεται ἐπάξια DR 4 καὶ τοῖς χρωμένοις εἴωθεν ἀρέσκειν conicio (cf. § 40), τοῖς εἴσω καὶ ἔξω ὁμοίως εἴωθε καθαρεύειν coni. Mang., καὶ ἐκτὸς ὁμοίως εἴωθε χωρεῖν coni Cohn 10 τοῖς ex τῆς corr. Β 11 ἐν seclusi 12 κἀκεῖνο conicio 13 αὐτὸ Β, αὐτοῦ Cohn 14 ἤσκησας Β δυνατός A2: δυνατῶς Α1, δυνατὸς εἶ B, sed ο et ει ex corr. 15 τὸ καθ’ ἑκάτερον φησὶν DH τάξιν] ἀξίαν D (om. DH) καὶ τὴν πρὸς] τήν τε πρὸς DM D1RDLDH 15. 16 τὸ ἀγένητον καὶ Om. DP 16 ἀγέννητον D2RD1LDH γενόμενον DPD2R: γεννώμενον codd., e corr. D2R, γεγεννημένον D1RD1L, γεγενημένον DMD2LDH 16. 17 εἰ—εἰπεῖν om D2R 17 θεοῦ om. D1RD1L μεθορίου συνόλως D2R, μεθόριον συνόλως τε DP: μεθόριον οὖσαν μεθορίου οὔσης man. recentissima in A, coni. Hoesch.) ὅλως τε ΑΒ, μεθόριον καὶ καθόλου DMD1RDLDH 18 ὀπαδὸν] σπουδαῖον D1RDLDH, καὶ σπουδαῖον DM εἶναι] ἐστιν DP μέλλει ADMDRD1LDH γάρ D: δὲ codd. πατρὶ] περὶ DMD1RDL 19 γινομένου D1RD1L, γεγενημένου DM) [*](2. 3 pergunt DPDR τοιαῦτα οὑν πρᾶττε —ἀποδέξεται. pergunt lin. 15. 15—165,3 DM fol. 22r DL fol. 28r et 59r DH fol. 113v DR fol. 24r Φίλωνος ἐκ τοῦ (τῶν περὶ (τῶν add. DH) μετονομαζομένων: τὸ καθ’ ἑτέραν ἀξίαν—τῷ δεσπότῃ (ἐν καλοκαγαθίᾳ D2L). 15—19 pergunt DPDR post locum ad lin. τό γὰρ καθ’ ἑτέραν ἀξίαν εὐδοκιμῆσαι—γενομένου. 18. 19 cf. librum „Philos Schrift ϋber die “ p. 43.)

v.3.p.165
γενέσεως ἱκανὸς ἦν αὐτὸς ἑαυτῷ ὁ θεὸς καὶ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὁ αὐτὸς ἔμενεν, οὐ μεταβαλών; διὰ τί οὖν ἐποίει τὰ μὴ ὄντα; ἢ ὅτι ἀγαθὸς καὶ φιλόδωρος ἦν; εἶτ’ οὐχ ἑψόμεθα οἱ δοῦλοι τῷ δεσπότῃ, θαυμάζοντες μὲν τὸν αἴτιον ὑπερφυῶς, τῆς δὲ καθ’ αὑτοὺς φύσεως μὴ ὑπερορῶντες;

Εἰπὼν δὲ „εὐαρέστει ἐνώπιον ἐμοῦ“ προσεπιλέγει· „καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1), ἀκολουθίᾳ καὶ εἱρμῷ χρώμενος. μᾶλλον μὲν οὖν ἐγχείρει τοῖς καλοῖς, ἵνα εὐαρεστῇς· εἰ δὲ μή, τῶν γε ἁμαρτημάτων ἀπέχου, ἵνα μὴ τυγχάνῃς μέμψεως. ὁ μὲν γὰρ κατορθῶν ἐπαινετός, ὁ δὲ μὴ ἀδικῶν οὐ ψεκτός.

καὶ τὸ μὲν πρεσβυτικὸν ἆθλον κατορθοῦσι πρόκειται, τὸ εὐάρεστον, τὸ δεύτερον δὲ μὴ ἁμαρτάνουσι, τὸ ἄμεμπτον. τάχα δὲ καὶ γενέσει τῇ θνητῇ τὸ μὴ διαμαρτάνειν ἴσον καὶ τὸ αὐτὸ γράφεται τῷ κατορθοῦντι. „τίς γάρ,“ ὡς ὁ Ἰώβ φησι, „καθαρὸς ἀπὸ ῥύπου, κἂν μία ἡμέρα ἐστὶν ἡ ζωή“ (Iob 14,4) ;

ἄπειρα μέν ἐστι τὰ καταρρυπαίνοντα τὴν ψυχήν, ἅπερ ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔνεστιν. ἀπολείπονται γὰρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενεῖς κῆρες, ἃς λωφῆσαι μὲν εἰκός, ἀναιρεθῆναι δ’ εἰσάπαν ἀδύνατον.

δίκαιον οὖν ἢ φρόνιμον ἢ σώφρονα ἢ συνόλως ἀγαθὸν τέλειον ἐν πεφυρμένῳ βίῳ ζητεῖ τις; στέργε, κἂν μὴ ἄδικον ἢ μὴ ἄφρονα ἢ μὴ ἀκόλαστον ἢ μὴ δειλὸν ἢ μὴ παντελῶς φαῦλον εὕρῃς. ἀγαπητὸν γὰρ αἱ τῶν κακιῶν ἀνατροπαί, [*](1 ὁ θεὸς καὶ D: καὶ φίλος codd. τοῦ DRDLDH: om. oodd. DM 2 ἔμενεν codd.: ἔμεινε D, ἔμεινεν V οὐ μεταβαλών om. D οὖν D: γοῦν codd. ἢ ὅτι D: ὅτι codd. 3 οὐχ ἐψόμεθα D: οὐκ ἐφεψόμεθα codd. 10 πρεσβύτατον conicio, πρῶτον Mang. 12 διαμαρτάνον coni. Mang. 13 κατορθοῦν conicio 14 κἄν εἰ coni. ἐστὶν] γένηται conicio (cf. LXX Alex.) μὲν γάρ conicio 15 τὴν ψυχήν DK Barb.: ἡμῶν τὴν ζωήν DCDR 15. 16 παντελῶς AD: καθαρῶς Β, καὶ παντελῶς nag. Β 17 μέν πως εἰκός DCDR 19 ζητεῖ τις] ζητεῖς conicio, ζητεῖ τίς coni. Cohn 20 εὕρῃς scripsi: εὑρήσεις codd. ‘ἀνατροπαὶ D; ἀποτροπαὶ codd.) [*](2. 3 Platonis Tim. p. 29 DE. 14—17 DC fol. 47r ἐκ τοῦ περὶ τῶν DR fol. 67v68r ἐκ τοῦ περὶ τῶν κατονομαζομένων: ἄπειρα τὰ καταρρυπαίνοντα . . . . . . ἅπερ οὐκ ἔνεστιν ἀπολούσασθαι παντελῶς· πάντως γὰρ λείπονται κηλῖδες τινὲς τῷ θνητῷ, ἅς ὑπολωφῆσαι μέν πως εἰκός ἐστιν, ἀναιρεθῆναι δέ εἰσάπαξ ἀμήχανον. — DK fol. 93r et 116r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων: πολλὰ καὶ ἄπειρα τὰ τοῦ κόσμου κακά καταρρυπαίνοντα, tum plane concinit cum codd., nisi quod fol. 93 κῆραι· λοφίσαι μέν γὰρ εἰκός et εἰς ἅπαξ scribit, fol. 116 κῆραι ἅς λοφίσαι μέν εἰκός. desinit ut DCDR. —Barberinus I 158: τὰ καταρρυπαίνοντα τὴν ψυχὴν ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔστιν. ἀπολείπονται γάρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενῆ σκηνώματα. λωφῆσαι μὲν γὰρ αὐτὰ εἰκός, ἀναιρεθῆναι δὲ εἰς ἅπαξ ἀδύνατον. 20. 166,1 pergit DCDR l. c. ἀγαπητὸν γὰρ οὗν DC) αἱ τῶν κακιῶν ἀνατροπαί, ἐπεὶ ἡ (ἡ om. DR) ἀρετῆς κτῆσίς ἀδύνατος ἀνθρώπῳ τῷ (τὸ DC) καθ’ ἡμᾶς 7. 8 DR fol. 136v DH fol. 199r τοῦ αὐτοῦ: διαθῆκαι ἐπ᾿— χάριτος. 19—22 DR fol. 125r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων: ὁ μηδέποτε—αὐτῷ. sequuntur verba κάλλιστα γοῦν εἴρηταί τινι· βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις.)

v.3.p.166
τῶν δ’ ἀρετῶν ἡ ἐντελὴς κτῆσις ἀδύνατος ἀνθρώπῳ τῷ καθ’ ἡμᾶς.

εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος“ (Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ.

φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος.

ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας.

Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —,

ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής, — ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ — μέγα πτῶμα πίπτει;

ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε [*](1 ἐντελὴς D: παντελὴς codd. 4 δ’ B τὸν δὲ ᾑρημένον et ἀπολήψεσθαι conicio 7 ἀξίων] ἀξί in ras. Β 11 τὸν] τῶν Α ἀναγεγραφὼς conicio συντάξεσι Mang.: πράξεσι codd. 12 pr. καὶ] ὃν coni. Mang. 15 ὑφηγήσεσι coni. Mang. 16 οὐδένειαν scripsi: οὐθένειαν codd. 18 τὴν πᾶσαν σύστασιν coni. Mang. σύμπασαν φύσιν (vel γένεσιν) κινούμενος αὐτὸς κίνησιν οὐ τὴν διὰ conicio οὐ τὴν διὰ σκελῶν κίνησιν Markland 18. 19 ἀνθρωπόμορφος ὁ θεός conicio 19 τὴν τὸ coni. Cohn ἐμφαίνων οὐσίαν Markland 20 ἄλλας coni. Mang. δεχόμενος D 21 ὁ δυστυχής codd.: δυστυχής ἐστιν D ἐστὶν om. Β, ante ὁ pos. D 22 ἀσταθής coni. Mang.)

v.3.p.167
μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν, πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων.

Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4).

τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ.

τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε προτείνειν ὁ θεός, γῆς, ὕδατος, ἀέρος, ἡλίου, σελήνης, οὐρανοῦ, δυνάμεων ἄλλων ἀσωμάτων, τοῖς δὲ δι’ ἑαυτοῦ μόνου, κλῆρον ἀποφήνας τῶν λαμβανόντων ἑαυτόν, οὓς εὐθέως καὶ προσρήσεως ἑτέρας ἠξίωσε.

λέγεται γὰρ ὅτι „οὐ κληθήσεται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ“ (Gen. 17,5). ἔνιοι μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μώμους ἀεὶ τοῖς ἀμώμοις προσάπτειν ἐθελόντων οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ πόλεμον ἀκήρυκτον πολεμούντων τοῖς ἱεροῖς πάνθ’ ὅσα μὴ τὸ εὐπρεπὲς ἐν λόγῳ διασῴζειν δοκεῖ σύμβολα φύσεως τῆς ἀεὶ κρύπτεσθαι φιλούσης ὑπάρχοντα μετὰ ἀκριβοῦς ἐρεύνης φαυλίσαντες ἐπὶ διαβολῇ προφέρουσι, διαφερόντως δὲ τὰς τῶν ὀνομάτων μεταθέσεις.