De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
Τέξεται οὖν σοι ἡ ἀρετὴ υἱὸν γενναῖον ἄρρενα (Gen. 17,19), παντὸς ἀπηλλαγμένον θήλεος πάθους, καὶ καλέσεις τὸ ὄνομα τοῦ υἱοῦ τὸ πάθος, ὅπερ ἂν ἐπ’ αὐτῷ πάθῃς, πείσῃ δὲ πάντως χαράν· ὥστε καὶ τὸ σύμβολον αὐτῆς ὄνομα θήσεις, γέλωτα.
καθάπερ λύπη καὶ φόβος ἰδίας ἀναφθέγξεις ἔχουσιν, ἃς ἂν τὸ βιασάμενον καὶ κρατῆσαν ὀνοματοποιήσῃ πάθος, οὕτως εὐβουλίαι καὶ εὐφροσύναι φυσικαῖς ἐκφωνήσεσιν ἀναγκάζουσι χρῆσθαι, ὧν οὐκ ἂν εὕροι τις κυριωτέρας καὶ εὐθυβολωτέρας κλήσεις, κἂν τυγχάνῃ περὶ τὰς κλήσεις σοφός.
διό φησιν· „εὐλόγηκα [*](1 μάθης Β 2 ὀσφραίνονται scripsi: ὄσφρονται codd. 5 σχέσεις Mang.: πείσεις codd. 6 σοφιστὴν Mang.: σοφιστῇ codd. 7 ταῦτα Β ἀφειμένα scripsi: ἐφιέμενα codd., ἀφιέμενα Mang. 10 δὲ add. 11 Μωσέως codd. 14 νείφει codd. 16 ἀπ’ οὐρανοῦ τροφὴν Markland (nisi quod οὖν del.): ἀποτροφήν codd. 17 ἐπινίφει coni. Mang. 18 ἔχων] χέων Maug. 20 αὐτομάτων Mang.: αὐτομαθῶν codd. ὅλης] ὑλικῆς coni. Mang., ἀνθρωπίνης conicio 21 αὐθιγενεῖ conicio 26 καθάπερ γὰρ coni. 27 ὀνοματοποιήσῃ scripsi: ὄνομα ποιήσῃ codd. 30 τυγχάνοι Α)
„Εἰς δὲ τὸν καιρὸν τοῦτον τέξεταί σοι“, φησίν, ἡ σοφία χαράν (ibid.). ποῖον, ὦ θαυμασιώτατε, δεικνύεις καιρόν; ἢ τὸν ὑπὸ γενέσεως ἄδεικτον μόνον; ὁ γὰρ ἀληθὴς αὐτὸς ἂν εἴη καιρός, ἀνατολὴ τῶν ὅλων, ἡ εὐπραξία καὶ εὐκαιρία γῆς, οὐρανοῦ, τῶν μεταξὺ φύσεων, ζῴων ὁμοῦ καὶ φυτῶν ἁπάντων.
ὅθεν καὶ Μωυσῆς ἐθάρρησεν εἰπεῖν τοῖς ἀποδεδρακόσι καὶ μὴ θέλουσι τὸν ὑπὲρ ἀρετῆς ἄρασθαι πόλεμον πρὸς τοὺς ἀντιτεταγμένους· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9). μόνον γὰρ οὐκ ἄντικρυς ὁμολογεῖ τὸν θεὸν καιρόν, ὃς παντὸς μὲν ἀσεβοῦς μακρὰν ἀφέστηκεν, ἀρετώσαις δ’ ἐμπεριπατεῖ ψυχαῖς.
„περιπατήσω“ γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26,12). οἱ δὲ τὰς ὥρας τοῦ ἔτους καιροὺς εἶναι λέγοντες οὐ κυρίως καταχρῶνται τοῖς ὀνόμασιν, ἅτε μὴ πάνυ τὰς φύσεις τῶν πραγμάτων ἠκριβωκότες, ἀλλὰ πολλοῦ τοῦ εἰκῇ μετέχοντες.
Ἐπιτείνων δὲ τὸ κάλλος τοῦ γεννωμένου φησὶν αὐτὸ „ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ“ (Gen. 17,21) γεννηθήσεσθαι, ἐνιαυτὸν ἕτερον οὐ τὸ τοῦ χρόνου μηνύων διάστημα, ὃ ταῖς σεληνιακαῖς ἢ ἡλιακαῖς ἀναμετρεῖται περιόδοις, ἀλλὰ τὸ ἔκτοπον καὶ ξένον καὶ καινὸν ὄντως, ἕτερον τῶν ὁρωμένων καὶ αἰσθητῶν, ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐξεταζόμενον, ὅπερ τὸ χρόνου παράδειγμα καὶ ἀρχέτυπον εἴληχεν, αἰῶνα. αἰὼν δὲ ἀναγράφεται τοῦ νοητοῦ βίος κόσμου, ὡς αἰσθητοῦ χρόνος.
ἐν ᾧ ἐνιαυτῷ καὶ „τὴν ἑκατοστεύουσαν εὑρίσκει κριθὴν“ (Gen. 26,12) ὁ τὰς θεοῦ χάριτας ἐπὶ γενέσει πλειόνων σπείρας ἀγαθῶν, ἵν’ ὡς πλεῖστοι τῶν ἐπαξίων τυχεῖν μεταλάβωσιν.
ἀλλὰ γὰρ τῷ σπείραντι καὶ θερίζειν ἔθος· ὁ δ’ ἔσπειρε μὲν ἐπιδεικνύμενος τὴν ἐχθρὰν φθόνου καὶ κακίας ἀρετήν, εὑρεῖν δέ, ἀλλ’ οὐ θερίσαι λέγεται· ὁ γὰρ στάχυν [*](1 #x003E; πληθυνῶ coni. Mang. 5 αὐτομαθοῦς δέ τὸ ἐρρωμενέστερον coni. Mang. τῶ ἐρρωμένω Β 8 ἂν addidi 9 καὶ] καὶ ἡ B 10 Μωσῆς codd. 11 ἀποδεδειλιακόσι coni. Mang. 18 πολλοῦ om. Β εἰκαίου coni. Mang. 19 αὐτὸν coni. Cohn 21 τὸ addidi ὃ] ὃς coni. Mang. 25 ὡς] ὡς καὶ Mang.) [*](25 cf. ad p. 38,15.)
Τὸ δὲ „συνετέλεσε λαλῶν πρὸς αὐτὸν“ (Gen. 17,22) ἴσον ἐστὶ τῷ τὸν ἀκροατὴν αὐτὸν ἐτελείωσε κενὸν ὄντα σοφίας πρότερον καὶ ἀθανάτων λόγων ἐπλήρωσεν. ἐπεὶ δὲ τέλειος ὁ μαθητὴς ἐγένετο, „ἀνέβη κύριος ἀπὸ Ἀβραάμ“ (ibid.) δηλῶν, οὐχ ὅτι διεζεύχθη — φύσει γὰρ θεοῦ ὀπαδὸς ὁ σοφός —, ἀλλὰ τὸ ἑκούσιον τοῦ μαθητοῦ βουλόμενος παραστῆσαι, ἵν’, ὅπερ ἔμαθε, μηκέτι ἐφεστῶτος τοῦ διδάσκοντος χωρὶς ἀνάγκης αὐτὸς ἐπιδεικνύμενος, ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ χρώμενος, ἐνεργῇ δι’ ἑαυτοῦ. δίδωσι γὰρ ὁ διδάσκαλος τῷ μαθόντι τόπον πρὸς τὴν ἄνευ ὑποβολῆς ἑκούσιον μελέτην, ἀλήστου μνήμης ἐγχαράττων βεβαιότατον εἶδος.
[*](1 εὐεργεσιῶν] συνήθων conicio ὃς scripsi: ὁ codd. 7 φησὶ conicio 9 ὅπερ Mang.: ὥσπερ codd.)