De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης, ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ τὸν ἀψευδῶς μόνον αἴτιον θεόν.
μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν εὐχαριστείτω.
μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα, τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος θείας ἐκμαγεῖον ἐμφερές.
ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον ἴσχυον (Num. 13,24).
εὐκτὸν μὲν ἀθρόῳ τῷ πλήθει τῶν ἀρετῶν ἐγχορεύειν· εἰ δὲ τοῦτο μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, ἀγαπῶμεν, εἴ τῳ ἐξεγένετο μιᾷ τινι τῶν κατὰ μέρος ἐντυχεῖν, σωφροσύνῃ ἢ ἀνδρείᾳ [*](3 τὸν in mg. Hoesch.: τὸ codd. φυσιολογίαν in mg. ed. Par.: φυσιολογίας codd. 7 τὸ τοῦ conicio 9 συνελόντι conicio 10 ἀποφανεῖ Mang.: ἀποφαίνει codd. 12 ἀπογνώση D 13 εὐχάριστος D: om. codd. θεῶ D 14 post ἡδῆ add. ἀγαθῶν D, fort. recte 1.5 εὐχαριστεῖ τῷ θεῷ. μυρίων D post ἔλαχεν add. ἀγαθῶν D 16 φαντασίας ὁρμῆς om. D ὁρμῆς, νοῦ. νοῦς δὲ coni. Mang. 16 βραχύτατον Dv ὄνομα μὲν D 17 δὲ om. Β θειότατον D: βραχύτατον codd., οὐ βραχύτατον coni. Grossmann, περιμάχητον coni. Mang. 18 Μωσῆν codd. 19 δ’ ἄξιον conicio 22 αὐτὸ μόνον Mang.: μόνον αὐτὸ Α, μόνον αὐτῶ Β 23 μὲν γὰρ conicio 25 ἀνδρία codd.) [*](11—13 DH post locum ad lin. 19 allatum: μηδεὶς οὑν — γενέσθαι θεῷ.) [*](14—17 DH fol. 338r Φίλωνος: ὑπὲρ ὧν οὑν ἕκαστος ἔλαχεν ἡδῆ ἀγαθῶν, κατά ἔργον. 18. 19 pergit DH; ἐκεῖνος θείας ἐμφερείας ἐκμαγεῖον.)
σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ, μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. εἰ χαίρεις ἡδονῇ, μηδὲ φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας; καὶ κενοδόξει. τί γάρ;
οὐ μετριάζειν ἐν ἐνίοις ἀξιοῖς, εἰ μὴ ἐν πᾶσι δύνασαι; οὐκ ἂν οὖν εἴποι ὁ υἱός· τί λέγεις, ὦ πάτερ; ἢ τέλειον ἀγαθὸν ἢ τέλειον κακὸν βούλει σοι τὸν υἱὸν γενέσθαι καὶ οὐκ ἀγαπήσεις, εἰ πρὸ τῶν ἄκρων τὰ μέσα ἕλοιτο;
οὐ διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐπὶ τῆς Σοδομιτῶν ἀπωλείας ἀρξάμενος ἀπὸ πεντηκοντάδος εἰς δεκάδα τελευτᾷ (Gen. 18,24. 32), ποτνιώμενος καὶ ἱκετεύων, ἵν’, εἰ μὴ εὑρίσκοιτο ἐν γενέσει ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός, ἡ μέση παιδεία παραληφθῇ δεκάδι παραριθμουμένη πρὸς τὴν τῆς καταδικάζεσθαι ψυχῆς μελλούσης ἀπόλυσιν;
τῶν ἀναγώγων οἱ πεπαιδευμένοι καὶ τῶν ἀλύρων καὶ ἀμούσων οἱ ἐγκεχορευκότες τῇ ἐγκυκλίῳ μουσικῇ πλείους ἀφορμὰς ἔχουσι πρὸς τὸ αὔξεσθαι, σχεδὸν ἐκ παίδων τοῖς περὶ καρτερίας καὶ ἐγκρατείας καὶ ἀρετῆς πάσης λόγοις ἐπαντληθέντες. διὸ εἰ καὶ μὴ παντελῶς ἐξερρύψαντο καὶ ἀπελούσαντο τὸ ἀδικεῖν φαιδρυνόμενοι δέ, ἀλλὰ μετρίως γοῦν καὶ μέσως ἐρρύψαντο.
τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί· „μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ“ (Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι, τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι.