De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
Ἐπειδὴ τοίνυν ἔγνω τὴν ἐπαγγελίαν λαλοῦσαν τὰ αἰδοῦς καὶ εὐλαβείας μεστὰ κατὰ τὴν αὑτοῦ διάνοιαν ὁ σπουδαῖος, ἔπαθεν ἀμφότερα, καὶ τὴν πρὸς τὸν θεὸν πίστιν καὶ τὴν πρὸς τὸ γενητὸν ἀπιστίαν. εἰκότως οὖν φησι δεόμενος· „Ἰσμαὴλ οὗτος ζήτω ἐνώπιόν σου“ (Gen. 17,18), οὐκ ἀπὸ σκοποῦ τῶν ἐμφερομένων ἕκαστον τῶν ὀνομάτων τιθείς, τὸ „οὗτος“, τὸ „ζήτω“, τὸ „ἐνώπιόν σου“· ταῖς γὰρ ἐν τοῖς πράγμασιν ὁμωνυμίαις ἠπατήθησαν οὐκ ὀλίγοι.
τί δ’ ἐστὶν ὃ λέγω, σκεπτέον· ἑρμηνευθεὶς Ἰσμαήλ ἐστιν ἀκοὴ θεοῦ, τῶν δὲ θείων δογμάτων οἱ μὲν ἀκούουσιν ἐπ’ ὠφελείᾳ, οἱ δ’ ἐπὶ βλάβῃ αὑτῶν τε καὶ ἑτέρων. ἢ τὸν οἰωνοσκόπον Βαλαὰμ οὐχ ὁρᾷς; οὗτος εἰσάγεται „ἀκούων λόγια θεοῦ ἐπιστάμενός τε ἐπιστήμην παρὰ ὑψίστου“ (Num. 24,16).
ἀλλὰ τί ἐκ τῆς τοιαύτης ἀκροάσεως, τί δ’ ἐκ τῆς τοιαύτης ἐπιστήμης ὤνατο, γνώμῃ μὲν ἐπιχειρήσας τὸ ψυχῆς ἄριστον ὄμμα λυμήνασθαι, ὃ δὴ μόνον τὸν θεὸν ὁρᾶν πεπαίδευται, μὴ δυνηθεὶς δὲ διὰ τὸ σωτῆρος κράτος ἀήττητον; τοιγαροῦν ὁ μὲν κατακεντούμενος ὑπὸ φρενοβλαβείας τῆς ἑαυτοῦ καὶ τραύματα πολλὰ δεξάμενος ἐν μέσοις τραυματίαις ἀπώλετο (Num. 31,8), διότι σοφιστείᾳ μαντικῇ τὴν θεοφόρητον προφητείαν παρεχάραξε.
δεόντως οὖν εὔχεται ὁ ἀστεῖος, ἵν’ οὗτος μόνος Ἰσμαὴλ ὑγιαίνῃ, διὰ τοὺς μὴ γνησίως ἀκούοντας τῶν ἱερῶν ὑφηγήσεων· οἷς ἀπεῖπε Μωυσῆς ἄντικρυς εἰς ἐκκλησίαν φοιτᾶν τοῦ πανηγεμόνος.
τεθλασμένοι γὰρ τὰ γεννητικὰ τῆς διανοίας ἢ καὶ τελείως ἀποκοπέντες οἱ τὸν ἴδιον νοῦν καὶ τὴν αἴσθησιν ἀποσεμνύνοντες ὡς μόνα τῶν κατ’ ἀνθρώπους αἴτια πραγμάτων ἢ οἱ πολυθεΐας ἐρασταὶ καὶ τὸν πολύθεον [*](1 om. Β 2 #x003E; ὡς coni. Mang. 3 εὐπρεπεῖς Β ὄντως Β 6 Μωσῆς codd. 10 ἐπαγγελίαν Mang.: ἀπαγγελίαν codd. 11 αὐτοῦ codd. 12 γεννητὸν V 14 ἐκφερομένων coni. Mang. alt. τῶν vid. secl. 22 γνώμην Β 23 τό τοῦ couicio 26. 27 παρεχάραξε Mang.: προεχάραξε προὐχάραξε Β 27 μόνος in rng. Β 32 πράγματα Β ἢ] καὶ conicio)
παραπλήσιόν μοι δοκοῦσι ποιεῖν καὶ οἱ κατηγοροῦντες τοῦ υἱοῦ γονεῖς ἐπ’ οἰνοφλυγίᾳ· λέγουσι γάρ· „ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ“ (Deut. 21,20), διὰ τῆς προσθήκης τῆς „οὗτος“ μηνύοντες, ὅτι εἰσὶν ἕτεροι παῖδες καρτερικοὶ καὶ σώφρονες, τοῖς ἐπιτάγμασι τοῦ ὀρθοῦ λόγου καὶ παιδείας πειθαρχοῦντες· οὗτοι γὰρ ψυχῆς ἀψευδέστατοι γονεῖς, ὑφ’ ὧν κατηγορηθῆναι μὲν αἴσχιστον, ἐπαινεθῆναι δ’ εὐκλεέστατον.
τὸ δὲ „οὗτός ἐστιν Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου“ (Exod. 6, 26) καὶ τὸ „οὗτοί εἰσιν οἱ διαλεγόμενοι Φαραὼ βασιλεῖ“ (ibid. 27), ταῦτα μὴ νομίζωμεν εἰρῆσθαι παρέργως ἢ τὰς δείξεις μὴ πλέον τι τῶν ὀνομάτων παρεμφαίνειν.
ἐπειδὴ γὰρ Μωυσῆς μέν ἐστι νοῦς ὁ καθαρώτατος, Ἀαρὼν δὲ λόγος αὐτοῦ, πεπαίδευται δὲ καὶ ὁ νοῦς θεοπρεπῶς ἐφάπτεσθαι καὶ ὁ λόγος ὁσίως ἑρμηνεύειν τὰ ὅσια, μιμηλάζοντες δὴ οἱ σοφισταὶ καὶ παρακόπτοντες τὸ δόκιμον νόμισμα τοῦτό φασι καὶ νοεῖν ὀρθῶς περὶ τοῦ ἀρίστου καὶ λέγειν ἐπαινετῶς (Exod. 7,11). ὅπως οὖν μὴ ἀπατώμεθα παραθέσει τῶν κεκιβδηλευμένων πρὸς τὰ δόκιμα δι’ ὁμοιότητος τοῦ χαρακτῆρος, βάσανον ἔδωκεν, ᾗ διακριθήσεται.
τίς οὖν ἡ βάσανος; τὸ ἐξαγαγεῖν ἐκ τῆς σωματικῆς χώρας τὸν ὁρατικὸν καὶ φιλοθεάμονα νοῦν καὶ φιλόσοφον. ὁ μὲν γὰρ τοῦτο δυνηθεὶς Μωυσῆς ἐστιν οὗτος, ὁ δὲ ἀδυνατήσας, ὁ λεγόμενος μόνον, μυρίας δὲ σεμνότητας ὀνομάτων ἐπαμπισχόμενος, γελᾶται. ζῆν δὲ εὔχεται τῷ Ἰσμαήλ, οὐ τῆς μετὰ σώματος ζωῆς ἐπιστρεφόμενος, ἀλλ’ ἵνα τὸ θεῖον ἄκουσμα ἐπὶ ψυχῇ διαιωνίζον ἐγείρῃ τε αὐτὸν καὶ ζωπυρῇ.
καὶ ὁ μὲν ἀκρόασιν λόγων καὶ μάθησιν δογμάτων ἱερῶν εὔχεται ζῆν, ὡς ἐλέχθη, ὁ δ’ ἀσκητὴς Ἰακὼβ εὐφυΐαν· λέγει γάρ· „ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω“ (Deut. 33, 6)· ἆρά γε ἀθανασίαν καὶ ἀφθαρσίαν εὐχόμενος, ἀνθρώπῳ πρᾶγμα ἀδύνατον; οὐ δήπου. τί οὖν ἔσθ’ ὃ βούλεται παραστῆσαι, λεκτέον.
πάντα τὰ ἀκούσματα καὶ μαθήματα ἐποικοδομεῖται [*](4 τοῦ υἱοῦ Mang.: τούτου codd. 9 δὲ add. Mang. Μωσῆς codd. 12 λέξεις Mang. 13 Μωσῆς codd. 15 μιμηλάζοντες Mang.: μιμηλίζοντες codd., κιβδηλεύοντες conicio δὴ Mang.: δ’ codd. 16 τοῦτό] αὑτοὺς ex codice Oxon. Coll. Nov. 143 Mang. 19 ὁμοιότητα conicio τὴν βάσανον Β 21.22 Μωσῆς codd. 23 ἐπαμπισχόμενος scripsi: ἐπαμφισκόμενος codd. 27 Ἰακὼβ] per memoriae lapsum Philo, capitis Gen. 49 memor, lacobum pro Mose inducit Ρουβὴν scripsi: Ρουβὶμ codd. 30 μαθήματα] θεάματα coni. Mang.)
τὰς δὲ τῶν εὐφυῶν ψυχὰς ἔστιν ἰδεῖν κηροῦ τρόπον λελειασμένου μήτε ἄγαν στερεοῦ μήτε ἄγαν ἁπαλοῦ κεκερασμένας μετρίως, παραδεχομένας τὰ ἀκούσματα καὶ θεάματα ῥᾳδίως πάντα καὶ ἐναποματτομένας ἄκρως αὐτὰς τὰ εἴδη, μνήμης ἐναργεῖς τινας εἰκόνας.
ἦν γοῦν ἀναγκαῖον εὔξασθαι τῷ λογικῷ γένει τὸ εὐφυὲς ἄνοσον καὶ ἀθάνατον παρεῖναι. τοῦ μὲν γὰρ κατ’ ἀρετὴν βίου, ὅς ἐστιν ἀψευδεστάτη ζωή, μετέχουσιν ὀλίγοι, οὐχὶ τῶν ἀγελαίων φημί — τούτων γὰρ οὐδεὶς τῆς ἀληθοῦς ζωῆς κεκοινώνηκεν —, ἀλλ’ εἴ τισιν ἐξεγένετο τὰς τῶν ἀνθρώπων φυγεῖν σπουδὰς καὶ θεῷ μόνῳ ζῆσαι.
παρὸ καὶ λίαν τεθαύμακεν ὁ ἀσκητικὸς καὶ ἀνδρεῖος, εἴ τις ἐν μέσῳ τοῦ βίου ποταμῷ φορούμενος ὑπ’ οὐδεμιᾶς ῥύμης κατασύρεται, δύναιτο δὲ καὶ πλούτῳ πολλῷ ῥέοντι ἀντισχεῖν καὶ ἡδονῆς ἀμέτρου φορὰν ἀνῶσαι καὶ λαίλαπι κενῆς δόξης μὴ ἀναρπασθῆναι.
λέγει γοῦν οὐχ ὁ Ἰακὼβ τῷ Ἰωσὴφ μᾶλλον ἢ ὁ ἱερὸς λόγος παντὶ τῷ τὸ μὲν σῶμα εὐεκτοῦντι, ἐν ἀφθόνοις δὲ ταῖς εἰς περιουσίαν ὕλαις ἐξεταζομένῳ καὶ πρὸς μηδεμιᾶς ἁλισκομένῳ· „ἔτι γὰρ σὺ ζῇς“ (Gen. 46, 30) ; θαυμαστὸν ἐκφωνήσας λόγον καὶ τὸν ἡμέτερον βίον ὑπερδεδραμηκότα, οἳ μικρᾶς πρὸς εὐτυχίαν αὔρας λαβόμενοι, πάντα κάλων ἀνασείσαντες, λαμπρὰ φυσῶμεν καὶ πνεύσαντες μέγα καὶ σύντονον πλησίστιοι πρὸς τὰς ἀπολαύσεις τῶν παθῶν φερόμεθα καὶ οὐ πρότερον στέλλομεν τὰς ἀνειμένας καὶ κεχαλασμένας ἀκρατῶς ἐπιθυμίας, ἕως [*](4 στερεοῦ D (Cohn) 5. 6 μήτε bis scripsit Mang.: μεῖά codd. 8 αὐτῶν vel αὐταῖς conicio ἐνεργεῖς Hoesch. 10 ἐστιν D: ἐστιν ἡ codd. 11 οὐδέ εἷς D 13 σπουδὰς codd.: βλάβας D, συνουσίας conicio 14 τῷ τοῦ conicio ποταμοφορούμενος Β ὑπ’ scripsi: ἀπ’ codd. 15 δύναται coni. Cohn 16 ἀνῶσαι scripsi: ογσαι codd., στῆσαι vel. ἀντωθῆσαι (sic) coni. Mang. 21 ὑπερδεδραμηκότα Mang.: ἀποδεδραμηκότα codd.) [*](1—4 DR fol. 204r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: φυσικῶς μὴ προὑπαρχούσης τῷ μανθάνοντι εὐφυίας ἀνωφελῆ πάντα . . . . . . καλὸν γὰρ μάθημα οὐδὲν αὐτοῖς ἁρμόζεται ἀπεστραμμένως διακειμένοις καὶ τὰ ὦτα μύουσι, πάντα δέ ὡς ἀπὸ στερεοῦ τινος ἀντιπνέοντος πρὸς τὸ πνεῦμα. 5 cf. Platonis Theaet. p. 191 C ss., supra ad p. 41,18. 10—13 DP fol. 255v τοῦ κατ’ ἀρετὴν—ζῆσαι. 19 cf. vol. II ad p. 272,23.)
ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς ναυαγήσωμεν σκάφει. παγκάλως οὖν τοῦτον τὸν Ἰσμαὴλ εὔχεται ζῆν. προστίθησιν οὖν „ἐνώπιον τοῦ θεοῦ ζήτω“ (Gen. 17,18), τέλος τῆς εὐδαιμονίας τιθέμενος ἐπισκόπου καὶ ἐφόρου τοῦ τῶν ὄντων ἀρίστου τὴν διάνοιαν ἀξιωθῆναι.
εἰ γὰρ παιδαγωγοῦ μὲν παρόντος οὐκ ἂν ἁμάρτοι ὁ ἀγόμενος, ὑφηγητὴς δὲ ἐγγὺς ὢν ὠφελεῖ τὸν μανθάνοντα, πρεσβυτέρου δὲ παρατυγχάνοντος αἰδοῖ καὶ σωφροσύνῃ κοσμεῖται νέος, πατὴρ δὲ ἢ μήτηρ υἱὸν μέλλοντα ἀδικεῖν ἐκώλυσαν ἐφ’ ἡσυχίας αὐτὸ μόνον ὀφθέντες, ἡλίκαις τισὶν ὑπερβολαῖς ἀγαθῶν χρήσεσθαι νομίζομεν τὸν ὑπολαμβάνοντ’ ἀεὶ ὑπὸ θεοῦ θεωρεῖσθαι; τὸ γὰρ τοῦ παρόντος καὶ περιβλέπεται ἀξίωμα δεδιὼς καὶ τρέμων ἀνὰ κράτος τὸ ἀδικεῖν ἀποδράσεται.
τὸν δὲ Ἰσμαὴλ ὅταν εὔχηται ζῆν, οὐκ ἀπέγνωκε τὴν γένεσιν Ἰσαάκ, ὡς καὶ πρότερον εἶπον, ἀλλὰ πεπίστευκε μὲν τῷ θεῷ * * * οὐδὲ γὰρ ἃ δοῦναι θεῷ, ταῦτα καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν, ἐπειδὴ τῷ μὲν πλεῖστα καὶ μέγιστα χαρίσασθαι ῥᾴδιον, ἡμῖν δ’ οὐκ εὐμαρὲς τὰς προτεινομένας δέξασθαι δωρεάς.
ἀγαπητὸν γάρ, εἰ τῶν ἐκ πόνου καὶ μελέτης συντρόφων καὶ συνηθεστέρων ἀγαθῶν ἐπιλάχοιμεν, τῶν δ’ ἄνευ τέχνης ἢ συνόλως ἀνθρωπίνης ἐπινοίας ἀπαυτοματιζόντων καὶ ἐξ ἑτοίμου γινομένων οὐδ’ ἐλπὶς ἐφικέσθαι· ταῦτα γὰρ ἅτε θεῖα ὄντα θειοτέραις καὶ ἀκηράτοις φύσεσιν ἀπηλλαγμέναις θνητοῦ σώματος εὑρίσκειν ἀναγκαῖον.
ἐδίδαξε δὲ Μωυσῆς κατὰ δύναμιν τῶν χειρῶν τὰς εὐχαρίστους ὁμολογίας ποιεῖσθαι (Num. 6,21), [*](1 ἐξωκείλαντες Β 2 κατὰ τοῦτον coni. Cohn εὔχεται scripsi: codd., εὐχώμεθα coni. Cohn προστίθησι γοῦν bene coni. Cohn 3 ζήτω Mang.: ζῆ codd., fort. del. 5 εἰσαγόμενος coni. Mang., παιδαγωγούμενος conicio 8 αὐτό Mang.: αὐτῶ codd. 9 χρήσεσθαι Mang.: χρήσασθαι codd. 10 ἀίει περιβλεπόμενος conicio, καὶ προσβλέποντος coni. Mang. 12 ἀπέγνωκε Mang.: ἀπέγνωσε codd. 13 lacunam statuo (cf. § 178) ἃ] ὅσα DH fol. 338 θεὸν D C fol. 259 DK fol. 277 14 λαμβάνειν DC fol. 2.59 DR foi. 277 πλεῖστα] καὶ πλεῖστα DC fol. 138 DH fol. 204 et 338 καὶ μέγιστα om. DH fol. 338, καὶ μεστά μεγέθους DR fol. 277 χαρίσασθαι DC fol. 259 DRDH fol. 256: χαρίζεσθαι codd. DC fol. 138 DH fol. 204 et 338 15 προκειμένας Β 16 μελέταις coni. Mang, 20 ἐδίδαξε Mang.: ἔδειξε codd. Μωσῆς codd. 21 χαρίτων coni. Mang.) [*](1—4 cf. orig. Comment. in Gen. p. 36 (ad eundem locum): ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραάμ, οὐκ ἀρκούμενος τῷ „ζήτω“· διὸ προσέθηκεν „ἐναντίον σου“. τὸ γάρ ζῆν ἐναντίον κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων (cf. Pbilonis quaest. in Gen. III § 57). 13—15 DC fol. 138r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, fol. τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, DR fol. 142v ct 277r τοῦ αὐτοῦ DH fol. 204v 256r 338r Φίλωνος: οὐχ ἃ δοῦναι—δωρεάς.)