De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Τί μὲν οὖν ἐστι τὸ „δώσω σοι“ λέλεκται, τὸ δ’ „ἐξ αὐτῆς“ (Gen. 17, 16) μηνυτέον. οἱ μὲν οὖν τὸ ἔξω γινόμενον αὐτῆς ἐδέξαντο νομίζοντες ἄριστον κεκρίσθαι παρὰ ὀρθῷ λόγῳ τὸ μηδὲν ἀποφαίνειν τὴν ψυχὴν ἴδιον αὑτῆς καλόν, ἀλλὰ προσγινόμενον ἔξωθεν κατὰ τὴν μεγαλόνοιαν τοῦ χάριτας ὀμβροῦντος θεοῦ· οἱ δὲ τὸ παραυτίκα τάχος·

ἴσον γὰρ εἶναι τὸ ἐξ αὐτῆς τῷ παραχρῆμα, εὐθύς, ἀνυπερθέτως, ἄνευ μελλήσεως. τοῦτον δὲ τὸν τρόπον αἱ θεῖαι φιλοῦσι συμβαίνειν δωρεαὶ φθάνουσαι καὶ τὰ χρόνων διαστήματα. τρίτοι δέ εἰσιν οἱ τὴν ἀρετὴν μητέρα τοῦ γενητοῦ εἶναι λέγοντες ἀγαθοῦ, λαμβάνουσαν τὰς γονὰς παρὰ μηδενὸς θνητοῦ.

πρὸς δὲ τοὺς ζητοῦντας, εἰ στεῖρα τίκτει — Σάρραν γὰρ εἰσάγοντες πάλαι στεῖραν οἱ χρησμοὶ νῦν ὅτι γενήσεται μήτηρ ὁμολογοῦσι —, λεκτέον ἐκεῖνο, ὅτι γυνὴ μὲν στεῖρα τίκτειν οὐ [*](1 καὶ om. Β 2 φρόνησις om Β 6 τοῦ] τῆς coni. Cohn 7 ἀγενεῖς Α 8 συγχαρεῖταί Α: οὐ χαριεῖταί Β 12 διάπυρον] διάφορον coni. Mang. 13 εὑρήσεται Hoesch. 16 post οὖσι lacunam statuo 20 ἀσυνέτων vel ἀνεπιστημόνων coni. Mang. 23 ἄριστα v 24 αὐτῆς codd. 25 μεγάλην εὔνοιαν coni. Mang. 27 μελήσεως Β 29 γεννητοῦ codd. 31 εἰσαγαγόντες conicio)

v.3.p.181
πέφυκεν, ὥσπερ οὐδὲ τυφλὸς βλέπειν οὐδὲ κωφὸς ἀκούειν, ψυχὴ δ’ ἡ πρὸς τὰ φαῦλα ἐστειρωμένη καὶ παθῶν ἀμετρίας καὶ κακιῶν ἄγονος μόνη σχεδὸν εὐτοκίᾳ χρῆται, τὰ ἀξιέραστα τίκτουσα, τὸν ἀριθμὸν ἑπτὰ κατὰ τὸ ᾀδόμενον ᾆσμα ὑπὸ τῆς χάριτος, Ἄννης, ἥ φησιν· „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5).

καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ μήτηρ λέγεσθαι.

Τοιοῦτον ἦν καὶ τὸ „ἐξ αὐτῆς“· τὸ δὲ τρίτον, ὃ δὴ „τέκνον“ ἐλέγετο, νῦν διασκεψώμεθα. πρῶτον μὲν τοίνυν ἄξιον θαυμάσαι τὸ μὴ πολλὰ τέκνα φάναι δώσειν, ἓν δὲ χαριεῖσθαι μόνον. διὰ τί δέ; ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει μᾶλλον ἢ δυνάμει πέφυκεν ἐξετάζεσθαι.

μουσικὰ μὲν γάρ, εἰ τύχοι, καὶ γραμματικὰ καὶ γεωμετρικὰ καὶ δίκαια καὶ φρόνιμα καὶ ἀνδρεῖα καὶ σώφρονα πάμπολλά ἐστιν· αὐτὸ δὲ τοῦτο τὸ μουσικὸν καὶ γραμματικὸν καὶ γεωμετρικόν, ἔτι δὲ δίκαιον καὶ σῶφρον φρόνιμόν τε καὶ ἀνδρεῖον ἓν αὐτὸ μόνον τὸ ἀνωτάτω, μηδὲν ἰδέας ἀρχετύπου διαφέρον, ἀφ’ οὗ τὰ πολλὰ καὶ ἀμύθητα ἐκεῖνα διεπλάσθη.

ταῦτα μὲν περὶ τοῦ ἓν φάναι δώσειν· νυνὶ δὲ τέκνον εἴρηκεν οὐκ ἀμελῶς οὐδ’ ἀπερισκέπτως, ἀλλ’ ἕνεκα τοῦ παραστῆσαι, ὅτι οὐκ ὀθνεῖον οὐδ’ ὑποβολιμαῖον οὐδ’ αὖ θετὸν ἢ νόθον, ἀλλὰ γνήσιον καὶ ἀστεῖον [ὅτι οὐκ ὀθνεῖον] ὄντως ἀστῆς ψυχῆς ἔγγονον. παρὰ γὰρ τὸν τόκον τὸ τέκνον εἴρηται πρὸς ἔμφασιν οἰκειότητος, ᾗ φυσικῶς ἁρμόζεται τέκνα γονεῦσιν.

„Εὐλογήσω“ δέ φησιν „αὐτήν, καὶ ἔσται εἰς ἔθνη“ (Gen. 17, 16), δηλῶν ὅτι οὐ μόνον ἡ γενικὴ ἀρετὴ ὡς ἂν εἰς ἔθνη τὰ προσεχέστατα εἴδη τέμνεται καὶ τὰ ὑπὸ τοῖς εἴδεσιν, ἀλλὰ καὶ ὅτι συμβέβηκεν ὡς ζῴων οὕτω καὶ πραγμάτων εἶναι τρόπον τινὰ ἔθνη, οἷς μέγα ὄφελος ἀρετὴν προσεῖναι.

τὰ γὰρ ἔρημα καὶ χῆρα φρονήσεως [*](5 ἠσθένησεν Β 6. 7 συμπεφυρμένην Β 9. 10 ἀποδιδράσκουσάν τε conicio 10 διαφεύγουσαν coni. Mang. 11 εἰρηνικοῦ τρόπου vel ἡρεμαιοτάτου coni. Mang. 15 δή conicio 18 τὸ add. Hoesch. 24 ἀστὸν coni. Mang. 24. 25 ὅτι οὐκ ὀθνεῖον seclusi, irrepserunt ex lin. 23 29 δηλῶν ὅτι Mang.: δηλονότι codd. 29. 30 προσεχέστατα Mang.: πρὸς ἔσχατα τά codd.)

v.3.p.182
πάντα ἐπιζήμια, καθάπερ οἷς οὐκ ἐπιλάμπει ἥλιος ἐξ ἀνάγκης ζοφερά. ἀρετῇ μὲν γὰρ γεωπόνος ἄμεινον φυτῶν ἐπιμελεῖται, ἀρετῇ δὲ καὶ ἡνίοχος ἅρμα ἐν ἱπποδρομίαις ἄπταιστον ἐλαύνει, ἀρετῇ δὲ καὶ κυβερνήτης [οἰακονόμος] οἰακονομεῖ κατὰ πλοῦν τὸ σκάφος. ἀρετὴ καὶ οἰκίας καὶ πόλιν καὶ χώραν βέλτιον οἰκεῖσθαι παρεσκεύασεν, οἰκονομικούς, πολιτικούς, κοινωνικοὺς ἄνδρας δημιουργοῦσα.

ἀρετὴ καὶ νόμους ἀρίστους εἰσηγήσατο καὶ τὰ εἰρήνης κατεβάλετο πανταχοῦ σπέρματα· ἐπεὶ καὶ ὑπὸ τῆς ἐναντίας ἕξεως πέφυκε γίνεσθαι τἀναντία, πόλεμος, ἀνομία, κακοπολιτεῖαι, συγχύσεις, δύσπλοιαι, περιτροπαί, ἡ ἐν ταῖς ἐπιστήμαις ἀργαλεωτάτη νόσος, πανουργία, ἀφ’ ἧς ἀντὶ τεχνῶν κακοτεχνίαι προσερρήθησαν. ἀναγκαίως οὖν εἰς ἔθνη χωρήσει ἡ ἀρετή, ζῴων ὁμοῦ καὶ πραγμάτων μεγάλα καὶ ἀθρόα συστήματα, ἐπὶ τῇ τῶν δεχομένων ὠφελείᾳ.

Λέγεται δὲ ἑξῆς, ὅτι „καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτῆς ἔσονται“ (ibid.). οὓς γὰρ κυοφορεῖ καὶ ἀποτίκτει, πάντες εἰσὶν ἡγεμόνες, οὐ κλήρῳ, πράγματι ἀβεβαίῳ, καὶ χειροτονίᾳ ἐμμίσθων τὰ πολλὰ ἀνθρώπων πρὸς ὀλίγον χρόνον αἱρεθέντες, ἀλλ’ ὑπὸ φύσεως εἰς ἀεὶ κατασταθέντες αὐτῆς.

οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23,6), οὐ τὰς ὕλας ἐξετάσαντες, — τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν; — ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα.

καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστὶν εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ ἃ μή, ὁ δὲ σώφρων ἀκολάστων τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀρρεποῦς στοχαζόμενος, ὁ δ’ ὅσιος ἀνοσίων [ἐν] ἀρίσταις ὑπολήψεσι ταῖς περὶ θεοῦ κατεσχημένος.

Ταύταις εἰκὸς ἦν ταῖς ὑποσχέσεσι τὸν νοῦν ἐκφυσηθέντα μετέωρον ἀρθῆναι. ὁ δὲ πρὸς ἔλεγχον ἡμῶν, οἳ καὶ ἐπὶ τοῖς [*](4 οἰακονόμος seclusi, vid. add. adverbium (βεβαίως?) οἰκονομεῖ Α οἰκίαν conicio 5 χώρας Β 7 κατεβάλλετο B 10 ὑφ’ conicio 10. 11 προσερρέθησαν V, προσερρύησαν coni. Mang., προσευρέθησαν conicio 11 χωρήσει] διεχωρίσθη coni. Mang. 18 ὁ μῦθος conicio 23 ἀνωμολογῆσθαι coni. Mang. Μωσῆν codd. 28 ἐν seclusi ἐναρέτοις coni. Mang. 29 κατεσχημένος Mang.: κατισχημένος codd. 30 ταῖς Α)

v.3.p.183
μικροτάτοις εἰώθαμεν ὑψαυχενεῖν, πίπτει καὶ εὐθὺς γελᾷ (Gen. 17, 17) τὸν ψυχῆς γέλωτα, σκυθρωπάζων μὲν τῷ προσώπῳ, μειδιῶν δὲ τῇ διανοίᾳ, πολλῆς καὶ ἀκράτου χαρᾶς εἰσοικισαμένης.

ἀμφότερα δὲ κατὰ τὸν αὐτὸν χρόνον συμβαίνει τῷ μείζονα ἐλπίδος ἀγαθὰ κληρονομοῦντι σοφῷ, γελᾶν τε καὶ πίπτειν· τὸ μὲν εἰς πίστιν τοῦ μὴ μεγαλαυχεῖν διὰ κατάγνωσιν τῆς θνητῆς οὐδενείας, τὸ δ’ εἰς εὐσεβείας βεβαίωσιν διὰ τὸ μόνον χαρίτων καὶ ἀγαθῶν νομίζειν τὸν θεὸν αἴτιον.

πιπτέτω μὲν δὴ καὶ σκυθρωπαζέτω γένεσις, φυσικῶς — ἀνίδρυτός τε γὰρ καὶ ἐπίλυπος ἐξ ἑαυτῆς ἐστιν —, ἀνιστάσθω δὲ ὑπὸ θεοῦ καὶ γελάτω· τὸ γὰρ ἔρεισμα αὐτῆς καὶ ἡ χαρὰ μόνος οὗτός ἐστιν.

εἰκότως δ’ ἂν ἀπορήσειέ τις, πῶς ἐνδέχεται γελᾶν τινα, μήπω γέλωτος εἰς τὴν καθ’ ἡμᾶς γένεσιν ἐλθόντος· ὁ γὰρ Ἰσαάκ ἐστι γέλως, ὃς κατὰ τὴν παροῦσαν σκέψιν οὔπω γεγένηται. ὥσπερ γὰρ οὔτε βλέπειν χωρὶς ὀφθαλμῶν οὔτ’ ἀκούειν χωρὶς ὤτων οὔτε δίχα μυκτήρων ὀσφραίνεσθαι οὐδ’ αὖ ταῖς ἄλλαις αἰσθήσεσιν ἄνευ τῶν κατ’ αὐτὰς ὀργάνων χρῆσθαι οὔτε καταλαμβάνειν δίχα λογισμοῦ, οὕτως οὐδὲ γελᾶν εἰκὸς ἦν, εἰ μὴ γέλως ἐδεδημιούργητο. τί οὖν χρὴ λέγειν;

πολλὰ ἡ φύσις τῶν μελλόντων γίνεσθαι διά τινων συμβόλων προμηνύει. ἢ τὸν νεοττὸν οὐχ ὁρᾷς, ὅς, πρὶν ἀέρι ἐπινήχεσθαι, πτερύσσεσθαι καὶ τοὺς ταρσοὺς διασείειν φιλεῖ, τὴν ἐλπίδα τοῦ πέτεσθαι δυνήσεσθαι προευαγγελιζόμενος;

ἀμνὸν δ’ ἢ χίμαρον ἢ βοῦν ἔτι νεογνὸν οὐκ εἶδες, μήπω τῶν κεράτων ἐκπεφυκότων, ὁπότε διερεθίζει τις, ἀντιβεβηκότα καὶ τοῖς μέρεσιν ἐκείνοις ὁρμῶντα πρὸς ἄμυναν, ἐξ ὧν ἡ φύσις τὰ ἀμυντήρια ὅπλα ἀναδίδωσιν;

ἔν γε μὴν ταῖς θηριομαχίαις οὐκ εὐθὺς οἱ ταῦροι τοὺς ἀντιτεταγμένους ἀναπείρουσιν, ἀλλ’ εὖ μάλα διαβάντες καὶ μετρίως τὸν αὐχένα χαλάσαντες καὶ θάτερον ἐκκλίναντες καὶ ταυρωπὸν ὄντως ἀποβλεψάμενοι τηνικαῦτα ἐπίασιν, ἔργου ἑξόμενοι. τὸ δὲ γινόμενον ὄρουσιν ἐκάλεσαν, οἷς ὀνοματοποιεῖν ἔθος, ὁρμήν τινα πρὸ ὁρμῆς ὑπάρχουσαν.