De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὁ τοίνυν κυρίως διδοὺς ὁτιοῦν ἴδιόν τι πάντως ἑαυτοῦ δίδωσιν· εἰ δὲ τοῦτ’ ἀψευδές ἐστι, γένοιτ’ ἂν Ἰσαὰκ οὐχ ὁ ἄνθρωπος, ἀλλ’ ὁ συνώνυμος τῆς ἀρίστης τῶν εὐπαθειῶν, χαρᾶς, γέλως, ὁ ἐνδιάθετος υἱὸς θεοῦ τοῦ διδόντος αὐτὸν μείλιγμα καὶ εὐθυμίαν εἰρηνικωτάταις ψυχαῖς.
ἄτοπον μὲν γὰρ ἕτερον ἄνδρα εἶναι, ἐξ ἑτέρου δὲ νόθα καὶ μοιχίδια παιδοποιεῖσθαι· καὶ μὴν τόν γε θεὸν ἄνδρα τῆς φιλαρέτου διανοίας Μωυσῆς ἀναγράφει δι’ ὧν φησιν· „ἰδὼν κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς“ (Gen. 29, 31).
ἔλεον γὰρ καὶ οἶκτον λαβὼν τῆς ὑπὸ τοῦ θνητοῦ γένους μισουμένης ἀρετῆς καὶ ψυχῆς τῆς φιλαρέτου στειροῖ μὲν * * * τὴν φιλόκαλον φύσιν, ἀνοίγνυσι δὲ τῆς εὐπαιδίας πηγὴν εὐτοκίαν αὐτῇ χαριζόμενος.
ἡ δὲ Θάμαρ ἐγκύμων τε γενομένη θείων σπερμάτων καὶ τὸν μὲν σπείραντα οὐκ ἰδοῦσα — λέγεται γὰρ τότε „ἐγκαλύψασθαι τὸ πρόσωπον“ (Gen. 38, 15), ὡς Μωυσῆς, ἡνίκα ἀπεστράφη εὐλαβούμενος τὸν θεὸν ἰδεῖν (Exod. 3, 6) —, τὰ δὲ σύμβολα καὶ τὰ μαρτύρια διαθρήσασα καὶ παρ’ αὑτῇ δικάσασα, ὅτι θνητὸς ταῦτ’ οὐ δίδωσιν, ἀνέκραγεν· „οὗτινος ταῦτ’ ἐστίν, ἐξ ἐκείνου ἐν γαστρὶ ἔχω“ (Gen. 38,25).
τίνος ὁ δακτύλιος, ἡ πίστις, ἡ τῶν ὅλων σφραγίς, ἡ ἀρχέτυπος ἰδέα, ᾗ τὰ πάντ’ ἀνείδεα ὄντα καὶ ἄποια σημειωθέντα ἐτυπώθη; τίνος δὲ καὶ ὁ ὁρμίσκος, ἡ [ὁ κόσμος] εἱμαρμένη, ἀκολουθία καὶ ἀναλογία τῶν συμπάντων εἱρμὸν ἔχουσα ἀδιάλυτον; τίνος δὲ καὶ ἡ ῥάβδος (ibid.), τὸ ἐρηρεισμένον, τὸ ἀκράδαντον, τὸ ἄτρεπτον, ἡ νουθεσία, ὁ σωφρονισμός, ἡ παιδεία; τὸ σκῆπτρον, ἡ βασιλεία, τίνος; ἆρ’ οὐχὶ μόνου θεοῦ;
τοιγαροῦν ὁ ἐξομολογητικὸς τρόπος, Ἰούδας, ἡσθεὶς αὐτῆς τῷ κατεχομένῳ καὶ θεοφορήτῳ παρρησιάζεται λέγων· „δεδικαίωται, ἧς ἕνεκα αἰτίας ἐγὼ οὐδενὶ θνητῷ αὐτὴν ἔδωκα„ (ibid. 26), ἀσεβὲς ἡγούμενος μιαίνειν [*](2 αὐτῆς addidi, v. § 141 3 κυρίως om. Β 5 Ἰσαὰκ post ἄνθρωπος transpon. Β 6 υἱός] λόγος coni. Mang. 7. 8 γὰρ ἕτερον μὲν conicio 9 Μωσῆς codd. 12 lacunam statuit Cohn 13 φιλόκοσμον Mang. παιδείας Mang. 14 καὶ om. Β 16 Μωσῆς codd. 18 εἰκάσασα coui. Mang. ταυτα Β 21 πάντα Β 22 6 addidi ἡ scripsi: ἢ codd. ὁ κόσμος seciusi; videtur vocum ὁ ὁρμίσκπ expiicatio, ἡ κόσμου εἱμαρμένη vel ὁ κόσμος, ἡ εἱμαρμένη coni. Mang.) [*](6 v. ad p. 185,4. 22. 23 cf. Gercke, Cηrysippea fr. 42. 56.)
βεβήλοις τὰ θεῖα. μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος“ (Gen. 21,ὁ), ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι ὁ αὐτὸς ἦν.
ἀλλ’ οὐ παντός ἐστιν ἀκοῦσαι τὸ ἄκουσμα τοῦτο, πολλοῦ τοῦ δεισιδαιμονίας ῥυέντος παρ’ ἡμῖν κακοῦ καὶ τὰς ἀνάνδρους καὶ ἀγεννεῖς ψυχὰς ἐπικλύσαντος. διὸ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (ibid.), ὡς ὀλίγων ὄντων, οἷς τὰ ὦτα ἀναπέπταται καὶ ἀνωρθίασται πρὸς τὴν τῶν ἱερῶν τούτων λόγων ὑποδοχήν, οἳ διδάσκουσιν, ὡς ἄρα μόνου θεοῦ σπείρειν καὶ γεννᾶν τὰ καλὰ ἔργον ἴδιον·
πρὸς οὓς οἱ ἄλλοι πάντες κεκώφηνται. στόματι δ’ οἶδά ποτε προφητικῷ θεσπισθέντα διάπυρον τοιόνδε χρησμόν· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14, 9. 10) ; τὸν δ’ ὑπηχοῦντα καὶ κρούοντα ἀόρατον ἀοράτως τὸ φωνῆς ὄργανον ἐνενόουν καὶ ἐθαύμαζον ἅμα καταπληττόμενος καὶ τὸ εἰρημένον.
εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι * * * μᾶλλον δὲ καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως. συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν, οὐκ ἀσήμων.