De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

„Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος [*](p. 578 M.) τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου“ (Gen. 17,1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται.

ἔστι δὲ καὶ Λευιτικῆς φυλῆς ἱερεῦσιν ἀπαρχὴ διδομένη· δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18,26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον.

ἀλλὰ μὴ νομίσῃς τοῖς σώματος ὀφθαλμοῖς γίνεσθαι τὴν προσβολήν — οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα ὁρῶσι, τὰ δ’ αἰσθητὰ σύγκριτα, φθορᾶς ἀνάμεστα, τὸ δὲ θεῖον ἀσύγκριτον, ἄφθαρτον —, ἀλλὰ τὸ δεχόμενον τὴν θείαν φαντασίαν τὸ τῆς ψυχῆς ἐστιν ὄμμα.

καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ [*]( περὶ— μετονομάζονται Α, τοῦ αὐτοῦ Φίλωνος Ἰουδαίου περὶ . . . . 1 Ἁβραὰμ per totum librum ΑΒ ἐννενήκοντα codd., item lin. 3 2 ὁ θεός σου Β: θεὸς σός Α et .sic § 18. 27. 29. 31, sed ὁ θεός σου LXX et Philo vol. II p. 54,9 et vol. II p. 180,29 Mang. 5 καὶ #x003E; coni. Mang. 7 ἀπάρχονται ἑτέρας Β ἑκατοστόν Mang.: ἑκατὸν codd. 7. S ante προκοπῆς ras. 3 litt. in Β, καὶ ex Coisl. 43 add. Mang. 13 prius τὸ Β: τὸν Α 14 μὲν οἱ scripsi: μόνοι codd.)

v.3.p.157
γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα.

τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπιστήμας διδασκόμεθα· ὁ γὰρ νοῦς τὸ ἄκλειστον καὶ ἀκοίμητον προσβαλὼν ὄμμα τοῖς δόγμασι καὶ τοῖς θεωρήμασιν εἶδεν αὐτὰ οὐ νόθῳ φωτί, γνησίῳ δὲ ὅπερ ἀφ’ ἑαυτοῦ ἐξέλαμψεν.

ὅταν οὖν ἀκούσῃς ὀφθέντα θεὸν ἀνθρώπῳ, τοῦτο γίνεσθαι νόει χωρὶς φωτὸς αἰσθητοῦ· νοήσει γὰρ τὸ νοητὸν εἰκὸς μόνον καταλαμβάνεσθαι. πηγὴ δὲ τῆς καθαρωτάτης αὐγῆς θεός ἐστιν· ὥσθ’ ὅταν ἐπιφαίνηται ψυχῇ, τὰς ἀσκίους καὶ περιφανεστάτας ἀκτῖνας ἀνίσχει.

μὴ μέντοι νομίσῃς τὸ ὄν, ὅ ἐστι πρὸς ἀλήθειαν ὄν, ὑπ’ ἀνθρώπου τινὸς καταλαμβάνεσθαι. ὄργανον γὰρ οὐδὲν ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν — αἰσθητὸν γὰρ οὐκ ἔστιν — οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης] — εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20,21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι — πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν.

ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33,13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ·

„ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι“ (ibid. 23), ὡς τῶν ὅσα μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ [*](1 post φ ras. in Β 8 νοήσῃς τὸ ὄν, ὅπερ πρὸς Hoeschel 9 ὄργανον Mang.: ὁρᾶν codd. 10 φαντασιωθῆναι Cohn: φαντασιασθῆναι codd. 11 γὰρ ex Coisl. 43 et codice Oxon. Coll. Novi 143 Mang.: οὑν ΑΒ ἔστιν] ἦν Hoesch. νοῦν scripsi: ἰσχύν codd. Μωσῆς codd. 12 καὶ θεόπτης secl. Cohn, καὶ θεοπρόπος coniciebam αὐτόν φασιν Β 13 θεῖοι D: om. codd. καὶ ἀσώματον D: om. codd. 15 ἀγαθὸν D: om. codd. 16 τῶν ἐλπιζομένων Hoesch. 18 γνωστῶς] εἰ s. s. Β, ἵνα add. Richter ὅμως D: ὁμοίως codd. 19 θνητῶν Mang.: θνητῷ codd. 20 τῶν addidi) [*](12—19. 158,2 DC fol. 44r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων DR fol. 55v τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων DH fol. 65v τοῦ αὐτοῦ: τὸν Μωυσῆν φασιν οἱ θεῖοι χρησμοὶ εἰς τὸν γνόφον εἰσελθεῖν, τὴν . . . . . . διὰ πάντων ἐρευνήσαντα (διερευνήσαντα DR) τὸ μόνον ἰδεῖν μὴ ἱσχῦσαι· ἐπειδήπερ οὐδὲν εὕρισκεν (ηὕρισκεν DR) οὐδὲ ἐμφερῆ τινα ἰδέαν DC DH) ἐν τῷ ἐλπιζομένῳ . . . . . . . . προθέσεως τῷ μὴ πεφυκέναι ὁρᾶσθαι τὸ ὄν θεόν DR). postrema τῷ—ὄν olim in textu lin. 6 addebam, nunc ex p. 158,2 fluxisse puto.)

v.3.p.158
πραγμάτων εἰς κατάληψιν ἐρχομένων, εἰ καὶ μὴ πάντα ἤδη καταλαμβάνεται, μόνου δ’ ἐκείνου μὴ πεφυκότος ὁρᾶσθαι.

καὶ τί θαυμαστόν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατάληπτον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; ἧς ἡ ἀδηλότης μυρίας ἔριδας σοφισταῖς ἐγέννησεν ἐναντίας εἰσηγουμένοις γνώμας ἢ καὶ ὅλοις γένεσιν ἀντιστατούσας.

ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι;

τοῦ δὲ μὴ παντάπασιν ἀμοιρῆσαι τὸ τῶν ἀνθρώπων γένος προσρήσεως τοῦ ἀρίστου, δίδωσι καταχρῆσθαι ὡς ἂν ὁ ὢν ὀνόματι τοιούτῳ· „κύριος ὁ θεὸς“ τῶν τριῶν φύσεων, διδασκαλίας, τελειότητος, ἀσκήσεως, ὧν σύμβολα Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ἀναγράφεται. „τοῦτο γάρ μου" φησίν „ὄνομα αἰώνιον“ ὡς ἂν ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι ἐξεταζόμενον, οὐκ ἐν τῷ πρὸ αἰῶνος, „καὶ μνημόσυνον“, οὐ τὸ πέρα μνήμης καὶ νοήσεως ἱστάμενον, καὶ πάλιν „γενεαῖς“ (ibid. 15), οὐ φύσεσιν ἀγενήτοις.

καταχρήσεως γὰρ ὀνόματος θείου δεῖ τοῖς εἰς τὴν θνητὴν γένεσιν ἐλθοῦσιν, ἵν’, εἰ καὶ μὴ πράγματι, ὀνόματι γοῦν προσερχόμενοι ἀρίστῳ κατ’ αὐτὸ κοσμῶνται. δηλοῖ δὲ καὶ λόγιον ἐκ προσώπου θεσπισθὲν τοῦ τῶν ὅλων ἡγεμόνος περὶ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ κύριον. „ὤφθην“ φησί [*](3 ἀκατονόμαστον D 4 τίς γὰρ D: ἐστι. τίς codd. 5 ἢ fort. del. 7 πρὸς ἀλήθειαν ante alt. τῷ add. codd., om. D 8 τί om. DRD2C τοῦ D: om. codd. ὅτι om. D 9 ἴσον τῷ] εἰς ὢν τὸ DR 10 ἀμοιρῆσαι D (Mang.): ἀφαιρῆσαι codd. τῶν D: om. codd. 11 ἀρρήτου coni. Mang. δίδωσι D (Hoesch.): δίδωμι codd. καταχρήσασθαι D καταχρῆσθαι ὁ ἀκατονόμαστος ὢν conicio ἄν D (Hoesch.): ἐν codd. ὁ ὢν D: om. codd. τοιούτω D: τῶ κυρίω codd. 12 τελειότητος D: ὁσιότητος codd. 13 Ἰακὼβ D: καὶ Ἰακὼβ codd. μου D: om. codd. 14 ἄν D: om. codd. 15 πέρα D: πέραν codd. 16 καὶ πάλιν—ἀγενήτοις om. D κατὰ χρῆσιν 17 θνητὴν D (Mang): ὠνητὴν codd. 17. 18 ἐλθοῦσιν εἰμὶ καὶ πράγματι D 18 προσερυόμενοι D, προσχρώμενοι coni. Mang., προσεχόμενοι coni. Cohn 20 τὸ scripsi: τό δν DR, ἀνθρώπων DC (fort. scrib. ἀνθρώπων τὸ), om. codd. ὄνομα D: ὀνόματι codd., ὄνομά τι Hoesch. κύριον D (Hoesch.): κυρίω codd. 20. 159,1 ὤφθην—αὐτῶν καὶ D: om. codd.) [*](2—4 DC fol. 224r τοῦ αὐτοῦ ἐκ τοὐ περὶ τῶν μετονομαζομένων DR fol. 222 v: τί θαυμαστόν . . . . εἶδεν. 7—9 pergit DC DR I. c.: οὐχ ὁρᾷς—λέγεσθαι.) [*](7—18 DC fol. 224 r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν ἐν γενέσει ζητημάτων: φιλοπευστοῦντι τῷ προφήτῃ τοῖς περὶ—κοσμοῦνται (sic). 20—129,2 pergit DC DR post ad lin. 7—9 allatum: περὶ δὲ τοῦ μηδενὶ—αὐτοῖς.)

v.3.p.159
„πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριον οὐκ ἐδήλωσα αὐτοῖς“ (Exod. 6,3). τοῦ γὰρ ὑπερβατοῦ μετατεθέντος ἑξῆς ἂν τοιοῦτος εἴη λόγος· „ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς“, ἀλλὰ τὸ ἐν καταχρήσει διὰ τὰς εἰρημένας αἰτίας.

οὕτω μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου“, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;“ (Gen. 32,29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις·

μήτ’ οὖν διαπόρει, εἰ τὸ τῶν ὄντων πρεσβύτατον ἄρρητον, ὁπότε καὶ ὁ λόγος αὐτοῦ κυρίῳ ὀνόματι οὐ ῥητὸς ἡμῖν· καὶ μὴν εἰ ἄρρητον, καὶ ἀπερινόητον καὶ ἀκατάληπτον· ὥστε τὸ „ὤφθη κύριος τῷ Ἀβραὰμ“ (Gen. 17,1) λέγεσθαι ὑπονοητέον οὐχ ὡς ἐπιλάμποντος καὶ ἐπιφαινομένου τοῦ παντὸς αἰτίου — τίς γὰρ ἀνθρώπειος νοῦς τὸ μέγεθος τῆς φαντασίας ἱκανός ἐστι χωρῆσαι; —, ἀλλ’ ὡς μιᾶς τῶν περὶ αὐτὸ δυνάμεων, τῆς βασιλικῆς, προφαινομένης· ἡ γὰρ κύριος πρόσρησις ἀρχῆς καὶ βασιλείας ἐστί.

νοῦς δὲ ἡμῶν ἡνίκα ἐχαλδάιζε μετεωρολεσχῶν, τῷ κόσμῳ τὰς δραστηρίους ἦν περιέπων δυνάμεις ὡς αἰτίας· γενόμενος δὲ μετανάστης ἀπὸ τοῦ Χαλδαϊκοῦ δόγματος ἔγνω ἡνιοχούμενον καὶ κυβερνώμενον αὐτὸν ὑπὸ ἡγεμόνος, οὗ τῆς ἀρχῆς φαντασίαν ἔλαβε.

διὸ λέγεται „ὤφθη“ οὐ τὸ ὄν, ἀλλὰ κύριος· οἷον ἐφάνη [*](2 κύριον D: om. codd., κύριος ex LXX Hoesch. 5 τὸ ὂν Α: ras. 3 litt. Β ἐστι Α οὐδ’ Β ὑπηρετοῦσαι conicio 5. 6 τὸ κύριον ὄνομα conicio 7 ἀρρήτῳ coni. Mang. ἐπιστάτῃ] παλαιστῇ conicio (v. § 44) 8 τοῦτο codd.: om. D 9 καὶ οὐ—κύριον om. D σοι D: om. codd. ὠφελεῖσθαι φησὶ DR 10 κατὰ Coisl. (v. Mang.): καὶ ΑΒ, om. D εὐφημίας DR: εὐφημήσεις DC, ὑφηγήσεις codd., mg. DC γενητῶν Β2: γεννητῶν AB1 11 μηδ’ conicio, μὴ γοῦν coni. Cohn 12 πρεσβύτατον D (Mang.): πρεσβύτερον codd. καὶ D: om. codd. οὐ ῥητός] ἄρρητος DR 13 καὶ μένει ἄρρητος ἄρρητος om. DR) καὶ ἀπερινόητος D καὶ ἀκατάληπτον scripsi: καὶ ἀκατάληπτος D, om. codd. 15 πάντων conicio 16 ταύτης τῆς 17 αὐτὸ Β (Mang.): αὐτὸν Α 19 τά κόσμου τὰς Mang., τὰς ἐν τῷ κόσμῳ δραστηρίους περιεῖπεν conicio περιέπων Mang.: περιιππεύων codd.) [*](6—10 pergit DCDR l. c.: οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων ἤκουσεν ἤκουεν DC.) ἵνα τί—εὐφημίας. 11—13 Dc fol. 44v, DR DH post locum ad p. 157,12 allatum: τί διαπορεῖς, εἰ—ἀκατάληπτος. Mang. falso fragmentum, quod in D sequitur ex libro praem. et poen. 6 (II 414,25—32 M.) depromptum, nostro libro inserendum esse conicit.)

v.3.p.160
ὁ βασιλεύς, ἐξ ἀρχῆς μὲν ὤν, οὔπω δὲ τῇ ψυχῇ γνωριζόμενος, ἣ καὶ ὀψιμαθὴς μέν, οὐ μὴν εἰσάπαν ἀμαθὴς διετέλεσεν, ἀλλ’ ἐφαντασιώθη τὴν ἐν τοῖς οὖσιν ἀρχὴν καὶ ἡγεμονίαν.

φανεὶς δ’ ὁ ἄρχων ἔτι μᾶλλον εὐεργετεῖ τὸν ἀκροατὴν καὶ θεατὴν φάσκων· „ἐγώ εἰμι θεὸς σός“ (Gen. 17, 1). τίνος γάρ, εἴποιμ’ ἄν, οὐ θεὸς ὑπάρχεις τῶνδε ὅσα εἰς γένεσιν ἦλθεν; ἀλλὰ διδάξει με ὁ ὑποφήτης αὐτοῦ λόγος, ὅτι οὐ περὶ τοῦ κόσμου νῦν λέγει, οὗ δημιουργὸς πάντως ἐστὶ καὶ θεός, ἀλλὰ περὶ ἀνθρωπίνων ψυχῶν, ἃς οὐ τῆς αὐτῆς ἐπιμελείας ἠξίωκε.

δικαιοῖ γὰρ τῶν μὲν φαύλων λέγεσθαι κύριος καὶ δεσπότης, τῶν δ’ ἐν προκοπαῖς καὶ βελτιώσεσι θεός, τῶν δ’ ἀρίστων καὶ τελειοτάτων ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός. αὐτίκα γέ τοι ἔσχατον ὅρον ἀσεβείας ἱδρυσάμενος τὸν Φαραὼ [κύριον καὶ] θεὸν τούτου οὐδέποτε προσεῖπεν ἑαυτόν, ἀλλὰ τὸν σοφὸν Μωυσῆν — λέγει γάρ· „ἰδοὺ δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7,1) —, κύριον δὲ ὠνόμασε πολλαχοῦ τῶν ὑπ’ αὐτοῦ χρησθέντων· ᾄδεται δὲ τὰ τοιαῦτα·

„τάδε λέγει κύριος“ (Exod. 7,17), καὶ ἐν ἀρχῇ· „ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ κύριος, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ὅσα ἐγὼ λαλῶ πρὸς σέ“ (Exod. 6,29), καὶ Μωυσῆς πρὸς αὐτόν·