De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

κολάζειν. αὗται μέν εἰσιν αἱ αἰτίαι, ὧν ἕνεκα οἱ τὸν ἀκούσιον φόνον δράσαντες εἰς μόνας τὰς τῶν νεωκόρων φεύγουσι πόλεις. τίνες δέ εἰσι καὶ διὰ τί ἀριθμῷ ἕξ, ἑπομένως λεκτέον. μήποτ’ οὖν ἡ μὲν πρεσβυτάτη καὶ ἐχυρωτάτη καὶ ἀρίστη μητρόπολις, οὐκ αὐτὸ μόνον πόλις, ὁ θεῖός ἐστι λόγος, ἐφ’ ὃν πρῶτον καταφεύγειν ὠφελιμώτατον.

αἱ δ’ ἄλλαι πέντε, ὡς ἂν ἀποικίαι, δυνάμεις εἰσὶ τοῦ λέγοντος, ὧν ἄρχει ἡ ποιητική, καθ’ ἣν ὁ ποιῶν λόγῳ τὸν κόσμον ἐδημιούργησε· δευτέρα δ’ ἡ βασιλική, καθ’ ἣν ὁ πεποιηκὼς ἄρχει τοῦ γενομένου· τρίτη δ’ ἡ ἵλεως, δι’ ἧς ὁ τεχνίτης οἰκτείρει καὶ ἐλεεῖ τὸ ἴδιον ἔργον· τετάρτη δ’ ἡ * * * νομοθετικῆς μοῖρα, δι’ ἧς ἃ μὴ χρὴ γίνεσθαι ἀπαγορεύει.

πάγκαλοι δὲ καὶ εὐερκέσταται πόλεις, ἀξίων σῴζεσθαι ψυχῶν τὸν αἰῶνα ἄρισταί γε καταφυγαί· χρηστὴ δὲ καὶ φιλάνθρωπος ἡ διάταξις, ἀλεῖψαι καὶ ῥῶσαι πρὸς εὐελπιστίαν ἱκανή. ἧς τίς ἂν ἐδυνήθη μᾶλλον τοσαύτην τῶν δυναμένων εὐεργετεῖν ἀναδεῖξαι ἀφθονίαν διὰ τὰς διαφορὰς τῶν ἐν τροπαῖς ἀκουσίοις γενομένων, οἷς οὔτε ἰσχὺς οὔτε [ἡ] ἀσθένεια ἡ αὐτή;