De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
λεκτέον οὖν περὶ ἑκάστου τὰ ἁρμόττοντα, ἀρχὴν ἀπὸ τοῦ πρώτου λαβόντας. εἰς τὰς ἀπονεμηθείσας Λευίταις μόνοις πόλεις φεύγειν διείρηται πάνυ προσηκόντως· καὶ γὰρ οἱ Λευῖται τρόπον τινὰ φυγάδες εἰσίν, ἕνεκα ἀρεσκείας θεοῦ γονεῖς καὶ τέκνα καὶ ἀδελφοὺς καὶ πᾶσαν τὴν θνητὴν συγγένειαν ἀπολελοιπότες.
ὁ γοῦν ἀρχηγέτης τοῦ θιάσου τούτου λέγων εἰσάγεται τῷ πατρὶ καὶ τῇ μητρί· „οὐχ ἑώρακα ὑμᾶς, καὶ τοὺς ἀδελφοὺς οὐ γινώσκω, καὶ τοὺς υἱοὺς ἀπογινώσκω“ (Deut. 33,9) ὑπὲρ τοῦ δίχα μεθολκῆς θεραπεύειν τὸ ὄν. ἡ δ’ ἀψευδὴς φυγὴ στέρησις τῶν οἰκειοτάτων καὶ φιλτάτων ἐστίν. φυγάδας οὖν φυγάσι παρακατατίθεται πρὸς τὴν ὧν εἰργάσαντο ἀμνηστίαν, δι’ ὁμοιότητα ἔργων.
ἆρ’ οὖν διὰ [*](4 αἱ δ’ ἕτεραι Turn.: τἀς δ’ ἑτέρας codd., quod seniari potest verbo addito 7 λαβόντι coni. Mang-. διείρηται H-: διαιρεῖται G (H1?) 8 οἱ om. H 14 εἰκαιοτάτων G ἐστὶ G ἐστὶ καὶ φυγάδας φυγάσι v 15 ἀμνηστείαν codd.)