De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

εἰκὸς γὰρ ἦν, εἰ διὰ φόβον ἀπεδίδρασκε, τῇ τὸν φόβον ἐπανατειναμένῃ παρηγορῆσαι πρᾳοπαθεῖν· τηνικαῦτα γὰρ ἀσφαλὲς ἦν ἐπανέρχεσθαι τῇ φυγούσῃ, πρότερον δ’ οὔ. ἀλλὰ τῇ μὲν οὐδεὶς προεντυγχάνει ἅτε ἐξευμενισθείσῃ δι’ ἑαυτῆς, τὴν δὲ ὁ δι’ εὔνοιαν φίλος ὁμοῦ καὶ σύμβουλος ἔλεγχος διδάσκει μὴ αἰδεῖσθαι μόνον, ἀλλὰ καὶ εὐτολμίᾳ χρῆσθαι· ἥμισυ γὰρ ἀρετῆς εἶναι τὴν δίχα τοῦ θαρρεῖν αἰδῶ.

Τοὺς μὲν οὖν ἀκριβεστέρους χαρακτῆρας ὁ ἑξῆς μηνύσει λόγος. ἐπανιτέον δ’ ἐπὶ τὰ προταθέντα κεφάλαια καὶ ἀρκτέον ἀπὸ τῶν μίσους χάριν ἀποδιδρασκόντων. „ἔκρυψε“ γάρ φησιν „Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀπαγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα“ (Gen. 31,20. 21).

τίς οὖν αἰτία τοῦ μίσους; ποθεῖς γὰρ ἴσως δὴ τοῦτο μαθεῖν. εἰσί τινες οἱ τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον οὐσίαν θεοπλαστοῦντες, τὸ κινοῦν αἴτιον οὔτε εἰδότες οὔτε παρὰ τῶν εἰδότων μαθεῖν σπουδάσαντες, ἀγνοίᾳ δὲ καὶ ἀμαθίᾳ κεχρημένοι τοῦ καλλίστου μαθήματος, οὗ πρώτου καὶ μόνου τὴν ἐπιστήμην ἐκπονεῖν ἦν ἀναγκαῖον.

ὁ Λάβαν τοῦ γένους ἐστὶ τούτου· [*](5 Ἡσαῦ GH παραστήσομεν scripsi: παραστήσομαι codd. 7 θε λόγον ex θείων λόγων corr. Η ἃ χρὴ] ἄχρι G 8 δεσπότην Η 11. 12 ἦν εἰ — φόβον add. in mg. H2 12 ἐπανατειναμένην Turn. 13 πραϋπαθεῖν coni. Mang. 15 6 δι’ εὔνοιαν] διάνοιαν G φίλος ὁμοῦ G: ὁμοῦ φάος H 16 μόνον] μέν coni. Mang. εὐτολμίας G 19 81 H προταθέντα Mang.: προτεθέντα codd. 21 τοῦ] τὸ G 23 τοῦτο Turn.: τι τοῦ codd., τι περὶ τούτου conicio, τινα τούτου coni. Cohn 24 οὐσίαν] ὕλην coni. Mang. κινοῦν] τῶν γινομένων coni. Mang. 25 ἰδόντες G ἰδόντων G) [*](27 sqq. cf. Orig. Contra Celsum IV 43 p. 536.)

v.3.p.112
τὴν γὰρ ἄσημον αὐτῷ ποίμνην οἱ χρησμοὶ προσνέμουσιν (Gen. 30,42)· ἄσημος δὲ ἐν μὲν τοῖς ὅλοις ἡ ἄποιος ὕλη, ἐν ἀνθρώποις δὲ ἡ ἀμαθὴς ψυχὴ καὶ ἀπαιδαγώγητος.

ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια.