De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία.

τοιγαροῦν ἐπειδὰν μήπω τελείως καθαρθέντες, δόξαντες δὲ αὐτὸ μόνον ἐκνίψασθαι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν βίον, ἐπ’ αὐλὰς τῆς θεραπείας ἀφικώμεθα, θᾶττον ἢ προσελθεῖν ἀπεπηδήσαμεν, τὴν αὐστηρὰν δίαιταν αὐτῆς καὶ τὴν ἄυπνον θρησκείαν καὶ τὸν συνεχῆ καὶ ἀκάματον πόνον [*](4 στείλασθε GH1: ἐστείλασθε H2 βίον H 5 τὴν G: ἐστὶ τὴν H2, ἐστὶν H1 6 ἀποδράσεσθε G: ἀποδράσασθαι Η 7 τῆς] τ’ G 11 ἡ εὐήθεια H 12 ἐφίζεσθαι G 13 γνωρίσθητι L 14 συσταθῇς Turn. τοιαῦθ’ G2 16 ἀλλ’ οὐχ G1H: ἀλλά καὶ G2 17 Ἡσαῦς G ἐνκότως (sic) G: ἐἰκότον Η, εἰκότως Richter 18 φονᾶ GHL2: φοριᾶ L1 22 ὄνομα G (Mang.): om. H 23 εἶναι secl. Cohn 24 παισὶν Turn.: φησὶν codd. 25 μόνον H ut vid. 26 αὐτὸ Mang.: τοῦτο codd. 28 ἀφικόμεθα G 29 θρησκείαν Mang.: ἀρέσκειαν codd.)

v.3.p.119
οὐκ ἐνεγκόντες.

ἀποφεύγετε οὖν ἐν τῷ παρόντι καὶ τὸ κάκιστον καὶ τὸ ἄριστον, κάκιστον μὲν τὸ μυθικὸν πλάσμα, τὸ ἄμετρον καὶ ἐκμελὲς ποίημα, τὸ ὑπ’ ἀμαθίας σκληρὸν καὶ δρύινον ὄντως νόημα καὶ πεῖσμα, ὧν Ἠσαῦ ἐπώνυμος, ἄριστον δὲ τὸ ἀνάθημα· τὸ γὰρ θεραπευτικὸν γένος ἀνάθημά ἐστι θεοῦ, ἱερώμενον τὴν μεγάλην ἀρχιερωσύνην αὐτῷ μόνῳ.