De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τοὺς δ’ ἀκριβεστέρους ἀπατᾶν οὐ δύνανται διακύπτοντας εἴσω καὶ μὴ τοῖς ἐν ἐμφανεῖ παραγομένους. ταῦτα γὰρ προκαλύμματα ὄντα ἑτέρων ἀναστείλαντες, τὰ ἐναποκείμενα ἔνδον, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ἐθεάσαντο καί, εἰ μὲν εἴη καλά, ἐθαύμασαν, εἰ δὲ αἰσχρά, ἐχλεύασαν καὶ τῆς ὑποκρίσεως ἐμίσησαν.

λέγωμεν οὖν τοῖς τοιούτοις· τὸν ἄμικτον καὶ ἀκοινώνητον μονότροπόν τε καὶ μονωτικὸν βίον ζηλοῦτε; τί γὰρ τῶν ἐν κοινωνίᾳ καλῶν προεπεδείξασθε; ἀργυρισμὸν ἀποστρέφεσθε; γενόμενοι γὰρ χρηματισταὶ δικαιοπραγεῖν ἠθελήσατε; τῶν γαστρὸς καὶ μετὰ γαστέρα ἡδονῶν ἐπιμορφάζοντες ἀλογεῖν, ἡνίκα τὰς εἰς ταῦτα ἀφθόνους ὕλας εἴχετε, ἐμετριάσατε; δόξης καταφρονεῖτε; γενόμενοι γὰρ ἐν τιμαῖς ἀτυφίαν ἠσκήσατε; πολιτείαν ἐγελάσατε ὑμεῖς, ἴσως ὡς χρήσιμόν ἐστι τὸ πρᾶγμα οὐ κατανοήσαντες.

πρότερον οὖν ἐγγυμνάσασθε καὶ [*](2 κληθῇς conicio αἰσχύνεις G σεαυτοῦ Mang.: ἑαυτοῦ codd. 4 ἐμφορηθήσεται G 4. 5 καὶ τὰ—ἐπισπάσεται oin. G 5 ἐπιλιγχμώμενος H 6 χάνδονος οἱ G λέγωσι G πίνων Turn.: πεινῶν codd. 7 χρήσει G 10 μεθυσθήσει ’ 11 μέμψαι H μέμψαιτ’ ἄν δὲ ὄντως G δεόντως G2) ante ἂν add. δὲ H οὗν Η: om. G 12 πορίμου „Mss.“ (Mang., qui ἀργυρισμοῦ coniecit) 17 τοῖς ἐν ἐμφανεῖ GH2: τοὺς ἐμφανεῖ H1, τῷ ἐμφανεῖ v, τοῖς ἐμφανέσι conicio 18 ὁποῖ᾿ Η ἅττα v 20 λέγομεν H (Mang.) οὑν H: μὲν οὖν G 22 ἐν Η: ἐκ G προεπιδείξασθε Η1 27 ἐγγυμνάσασθε H2: ἐνγυμνάσασθε G, ἐγυμνάσασθε H1v 27. 118,1 προεμμελετήσατε H2: προεμελετήσατε GH1v) [*](6 Hom. Od. φ 294.)

v.3.p.118
προεμμελετήσατε τοῖς τοῦ βίου πράγμασιν ἰδίοις τε καὶ κοινοῖς καὶ γενόμενοι πολιτικοί τε καὶ οἰκονομικοὶ δι’ ἀδελφῶν ἀρετῶν, οἰκονομικῆς τε καὶ πολιτικῆς, κατὰ πολλὴν περιουσίαν τὴν εἰς ἕτερον καὶ ἀμείνω βίον ἀποικίαν στείλασθε· τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου, προάγωνά τινα ἀγῶνος τελειοτέρου, καλὸν πρότερον διαθλῆσαι. οὕτως τὴν ὄκνου καὶ ἀργίας κατηγορίαν ἀποδράσεσθε.