De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἀρχὴ μὲν οὖν ὁ σπόρος, τελευτὴ δὲ ὁ ἄμητος. ἄμεινον δ’ ἐκεῖνο ἐκδέξασθαι· πᾶσα ἀρχὴ καὶ πᾶν τέλος αὐτόματόν ἐστιν, ἴσον τῷ φύσεως, οὐχ ἡμέτερον ἔργον· οἷον ἀρχὴ τίς τοῦ μανθάνειν; ἢ δῆλον ὅτι ἡ ἐν τῷ διδασκομένῳ φύσις εὐπαράδεκτος οὖσα πρὸς τὰ κατὰ μέρος θεωρήματα; τίς δὲ τοῦ τελειοῦσθαι; πάλιν, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, ἡ φύσις. προκοπὰς μὲν γὰρ ἐμποιῆσαι καὶ ὁ διδάσκων ἱκανός, τὴν δ’ ἐπ’ ἄκρον τελειότητα ὁ θεὸς μόνος, ἡ ἀρίστη φύσις.

ὁ τούτοις ἐντρεφόμενος τοῖς δόγμασι τὴν ἀίδιον εἰρήνην ἄγει, πόνων ἀφειμένος ἀτρύτων. ἀδιαφορεῖ δ’ ἑβδομάδος εἰρήνη κατὰ τὸν νομοθέτην· ἐν γὰρ αὐτῇ τὸ δοκεῖν ἐνεργεῖν ἀποτιθεμένη γένεσις ἀναπαύεται.

προσηκόντως οὖν λέγεται· „καὶ ἔσται τὰ σάββατα τῆς γῆς ὑμῖν βρώματα“ (Lev. 25, 6), δι’ ὑπονοιῶν· τρόφιμον γὰρ καὶ ἀπολαυστὸν μόνον ἡ ἐν θεῷ ἀνάπαυσις, τὸ μέγιστον ἀγαθὸν περιποιοῦσα, τὴν ἀπόλεμον εἰρήνην. ἡ μὲν γὰρ κατὰ πόλεις ἀνακέκραται ἐμφυλίῳ πολέμῳ, ἡ δὲ ψυχῆς ἀμιγὴς διαφορᾶς ἁπάσης ἐστίν.