De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὥσπερ γὰρ οὐ τὰ αὐτὰ παῖδες καὶ ἄνδρες μανθάνουσιν, ἀλλ’ ἑκατέρᾳ τῶν ἡλικιῶν εἰσιν ἁρμόττουσαι διδασκαλίαι, οὕτως πεφύκασιν εἶναί τινες αἰεὶ παιδικαὶ ψυχαὶ καὶ ἐν σώμασι γεγηρακόσι καὶ ἔμπαλιν τελειόταται ἐν ἄρτι ἀκμάζουσι καὶ ἡβῶσιν. ὄφλοιεν ἂν οὖν εὐήθειαν, ὅσοι μειζόνων ἢ κατὰ τὴν ἑαυτῶν φύσιν ἐρῶσιν, ἐπειδὴ πᾶν τὸ ὑπὲρ δύναμιν ἐπιτάσει σφοδρότητος ἀπορρήττεται.
καὶ Φαραὼ „ζητῶν ἀνελεῖν Μωυσῆν“ (Exod. 2,15), τὸ προφητικὸν γένος, οὐδέποτε εὑρήσει, καίτοι χαλεπὸν ἀκηκοὼς κατ’ αὐτοῦ λόγον ὡς ἐπικεχειρηκότος καθελεῖν τὴν σώματος ἅπασαν ἡγεμονίαν δυσὶ προσβολαῖς·
ὧν τὴν μὲν προτέραν ἐποιήσατο πρὸς τὸν Αἰγύπτιον τρόπον, ὃς ἐπετείχιζεν ἡδονὴν ψυχῇ — „πατάξας γὰρ αὐτὸν“ οὐσίᾳ σποράδι „κατέχωσεν, ἄμμῳ“ (Exod. 2,12), τοῦ αὐτοῦ νομίσας ἀμφότερα εἶναι τὰ δόγματα, καὶ ἡδονὴν ὡς πρῶτον καὶ μέγιστον ἀγαθὸν καὶ ἀτόμους ὡς τῶν ὅλων ἀρχάς —, τὴν δ’ ἑτέραν (ibid. 13) πρὸς τὸν κατακερματίζοντα τὴν φύσιν τοῦ ἀγαθοῦ καὶ τὸ μὲν ψυχῇ, τὸ δὲ σώματι, τὸ δὲ τοῖς ἐκτὸς [*](1 Μωσῆς codd. 5 παρεληλύθεισαν L 9 τῆς] τοῖς H1 ut vid. ἀπεσφάλησαν coni. Mang. 11 θιασσότας G lacunam statuo et μὴ ἀρκουμένους τῇ νεωκόρων τάξει suppleo, Mang. post ἱερωσύνης add. καὶ ἀρχῆς 15 ἡβῶσιν ex corr. Η2 16 post ὅσοι add. κατὰ Η1 17 ἀπορήττεται (sic) G: ἀπορρήσσεται H (sed alterum ρ s. s. Η2, σσε ex corr.), D v. infra διαρρήγνυται conicio), ἀπορρυήσεται coni. Mang. 18 Μωσῆν codd. 19. 20 ἐπιχειρηκότος H 22 post σποράδι ras. in H κατέχωσαν H1 24 ἀτόμους Η2 (post ἁ ras.): συντόμους G εἰσηγουμένου vid. add.) [*](16—18 DK fol. 244v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ φυγῆς καὶ εὑρέσεως· πᾶν τὸ ὑπὲρ δύναμιν ι ρ ν ἐπιτάσει σφοδρότητος λαπ . . ρυειται (etiam supra ει evanidae litterae exstant).)
οὐδὲ τὴν ἀνίκητον ἀρετὴν καὶ πικραινομένην ἐπὶ ταῖς καταγελάστοις τῶν ἀνθρώπων σπουδαῖς, ὄνομα Θάμαρ, ὁ διαπεμφθεὶς ἐπὶ τὴν ζήτησιν αὐτῆς ἀνευρίσκει. φυσικώτατα· λέγεται γάρ· „ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐν χειρὶ τοῦ ποιμένος τοῦ Ὁδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπον· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας“ (Gen. 38,20—23). ὢ θαυμαστῆς δοκιμασίας, ὢ ἱεροπρεποῦς πείρας.
ἀρραβῶνά τις ἔδωκεν ὠνητικῶς ἔχουσα διάνοια τοῦ καλλίστου κτήματος, θεοσεβείας, διὰ τριῶν ἐνεχύρων ἢ συμβόλων, δακτυλίου, ὁρμίσκου, ῥάβδου (ibid. 18), βεβαιότητα καὶ πίστιν, εἱρμὸν καὶ ἀκολουθίαν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον, ὀρθὴν καὶ ἀκλινῆ παιδείαν, ᾗ λυσιτελὲς ἐπερείδεσθαι.