De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

διδαχθήσονται δὲ ὑπὸ τοῦ θεοπρόπου, ὅτι „οὗτός ἐστιν ὁ ἄρτος, ὃν ἔδωκε κύριος αὐτοῖς φαγεῖν“ (ibid. 15). τίς οὖν ὁ ἄρτος, εἰπέ. „τοῦτο“ φησί „τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (ibid. 16). ἡ θεία σύνταξις αὕτη τὴν ὁρατικὴν ψυχὴν φωτίζει [*](1 ἧς Turn.: ἦ G2H, ἦ G1 3 Μωσῆς codd. ἤδεσαν Η 9 καὶ σφόδρ’ G: σφόδρα Η δοθὲν Markland 9. 10 ἀγνοοῦσιν Η 10 μέλιτος μὲν conicio 11 χιῶνος GH1 14 αὐτὴ G)

v.3.p.140
τε ὁμοῦ καὶ γλυκαίνει, φέγγος μὲν τὸ ἀληθείας ἀπαστράπτουσα, πειθοῖ δέ, ἀρετῇ γλυκείᾳ, τοὺς διψῶντας καὶ πεινῶντας καλοκἀγαθίας ἐφηδύνουσα.

ζητήσας καὶ ὁ προφήτης αὐτός, τί τὸ τοῦ κατορθοῦν αἴτιον, ἀνεῦρεν ὅτι ἡ θεοῦ μόνου σύνοδος. ἐπειδὴ γὰρ ἠπόρει, τίς εἰμι καὶ τίς ὢν τὸ ὁρατικὸν γένος ἀπὸ τοῦ βασιλεύειν δοκοῦντος ἀντιθέου τρόπου ῥύσομαι, διδάσκεται χρησμῷ, ὅτι „ἔσομαι μετὰ σοῦ“ (Exod. 3,11. 12).

ζητήσεις δ’ αἱ τῶν κατὰ μέρος ἔχουσι μὲν γλαφυρὰν θεωρίαν καὶ φιλόσοφον — πῶς γὰρ οὔ; —, ἡ δὲ τοῦ τῶν ὄντων ἀρίστου καὶ ἀσυγκρίτου καὶ πάντων αἰτίου θεοῦ ζήτησις εὐφραίνει μὲν εὐθὺς ἰόντας ἐπὶ τὴν σκέψιν, ἀτελὴς δ’ οὐ γίνεται, προϋπαντῶντος διὰ τὴν ἵλεω φύσιν ἑαυτοῦ ταῖς παρθένοις χάρισι καὶ ἐπιδεικνυμένου ἑαυτὸν τοῖς γλιχομένοις ἰδεῖν, οὐχ οἷός ἐστιν — ἀμήχανον γάρ, ἐπεὶ καὶ Μωυσῆς „ἀπέστρεψε τὸ πρόσωπον· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ“ (Exod. 3,6) —, ἀλλ’ ὡς ἐνεχώρει γενητὴν φύσιν τῇ ἀπερινοήτῳ δυνάμει προσβαλεῖν.