De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„ἀπήρκασι γὰρ ἐντεῦθεν“, τὰς μὲν ἡμετέρας σπουδὰς ἐκλιπόντες, μετοικισάμενοι δ’ εἰς τὸν ἔρημον κακῶν εὐσεβῶν χῶρον. λέγει δὲ ταῦτα ὁὁ ἀληθινὸς ἄνθρωπος, ὁὁ ἐπὶ ψυχῆς ἔλεγχος, ὃς ἀποροῦσαν καὶ σκεπτομένην καὶ ζητοῦσαν αὐτὴν ἰδὼν εὐλαβεῖται, μὴ πλανηθεῖσα [*](1 δ’ G ἐγὼ fort. secl. 4 et 5 ter Δωθαεὶμ conicio 8 ἡ] τῆ G2 τῇ ἀρετῇ Σάρρᾳ coni. Mang. 9 θηλύνοντα G2 10 Μωσῆν GH 11 πρὸς θέαν G 12 δή G: δ’ εἴ H, δέ Mang. πολυτρόπῳ coni. Mang. 15 post ἂν spatium in G 16 ἐπαναπλεύσαντα coni. Mang. 19 οὐδέν’ (οὐδὲν Mang.) αὐτῶν Turn.: οὐδενὶ τῶν παρὰ om. G μοχθηρῶν G2 20 ἡμετέρων v 21 μετοικισάμενοι H: μετοικησάμενοι G(?)v 22 6 ἐπὶ] ὅς ἐστι coni. Cohn ἐπὶ secl. Mang.)
πάνυ τεθαύμακα κἀκείνους, τὸν μὲν φιλοπευστοῦντα περὶ τοῦ μέσου τῶν ἄκρων καὶ λέγοντα· „ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν“, τὸν δ’ ἀποκρινόμενον· „ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον“ καὶ ὕστερον τὸ ἀντιδοθὲν εὑρίσκοντα· „ἰδοὺ γὰρ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ“ (Gen. 22,7. 8. 13).
ἴδωμεν οὖν, τί ὁ μὲν ζητῶν ἀπορεῖ, ὁ δ’ ἀποκρινόμενος ἀποφαίνεται, καὶ τρίτον τί τὸ εὑρισκόμενον ἦν. ὃ μὲν οὖν πυνθάνεται τοιοῦτόν ἐστιν· ἰδοὺ τὸ δρῶν αἴτιον, τὸ πῦρ· ἰδοὺ καὶ τὸ πάσχον, ἡ ὕλη, τὰ ξύλα· ποῦ τὸ τρίτον, τὸ ἀποτέλεσμα;
οἷον ἰδοὺ ὁ νοῦς, ἔνθερμον καὶ πεπυρωμένον πνεῦμα· ἰδοὺ καὶ τὰ νοητά, ὡσανεὶ ὗλαι· ποῦ τὸ τρίτον, τὸ νοεῖν; πάλιν ἰδοὺ ἡ ὅρασις, ἰδοὺ τὸ χρῶμα, ποῦ τὸ ὁρᾶν; καὶ συνόλως ἰδοὺ ἡ αἴσθησις, τὸ κριτήριον, ἀλλὰ καὶ τὰ αἰσθητά, αἱ ὗλαι· τὸ οὖν αἰσθάνεσθαι ποῦ;
ταῦτα πυνθανομένῳ δεόντως ἀποκρίνεται· „ὁ θεὸς ὄψεται ἑαυτῷ“· θεοῦ γὰρ ἔργον ἴδιον τὸ τρίτον. ἐπιφροσύνῃ γὰρ αὐτοῦ ὁ μὲν νοῦς καταλαμβάνει, ἡ δ’ ὅρασις ὁρᾷ καὶ πᾶσα αἴσθησις αἰσθάνεται. „κριὸς δ’ εὑρίσκεται κατεχόμενος“, τουτέστι λόγος ἡσυχάζων καὶ ἐπέχων.