De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ μοι λέλεκται, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι φυσικωτάτη προθεσμία καθόδου φυγάδων ὁ τοῦ ἀρχιερέως ἐστὶ θάνατος (Num. 35,25).

ἕως μὲν γὰρ ὁ ἱερώτατος οὗτος λόγος ζῇ καὶ περίεστιν ἐν ψυχῇ, ἀμήχανον τροπὴν ἀκούσιον εἰς αὐτὴν κατελθεῖν· ἀμέτοχος γὰρ καὶ ἀπαράδεκτος παντὸς εἶναι πέφυκεν ἁμαρτήματος. ἐὰν δὲ ἀποθάνῃ, οὐκ αὐτὸς διαφθαρείς, ἀλλ’ ἐκ τῆς ἡμετέρας ψυχῆς διαζευχθείς, κάθοδος εὐθὺς δίδοται τοῖς ἑκουσίοις σφάλμασιν· εἰ γὰρ μένοντος καὶ ὑγιαίνοντος ἐν ἡμῖν ἐξῳκίζετο, μετανισταμένου πάντως εἰσοικισθήσεται.

γέρας γὰρ ἐξαίρετον ὁ ἀμίαντος ἀρχιερεύς, ἔλεγχος, ἐκ φύσεως κεκάρπωται τὸ μηδέποτ’ εἰς αὑτὸν παραδέξασθαι τόπον γνώμης ὄλισθον. διόπερ ἄξιον εὔχεσθαι ζῆν ἐν ψυχῇ τὸν ἀρχιερέα ὁμοῦ καὶ βασιλέα, δικαστὴν ἔλεγχον, ὃς ὅλον ἡμῶν τὸ διανοίας ἀποκεκληρωμένος δικαστήριον ὑπ’ οὐδενὸς τῶν ἀγομένων εἰς κρίσιν δυσωπεῖται.

Λελαληκότες οὖν τὰ ἁρμόττοντα περὶ φυγάδων τὴν κατὰ τὸν εἱρμὸν ἀκολουθίαν συνυφανοῦμεν. λέγεται γὰρ ἑξῆς· "εὗρεν αὐτὴν ἄγγελος κυρίου“ (Gen. 16,7), κάθοδον ψηφισάμενος ὑπ’ αἰδοῦς κινδυνευσούσῃ ψυχῇ πλανᾶσθαι καὶ μονονοὺ προπομπὸς γινόμενος τῆς εἰς τὴν ἀπλανῆ γνώμην ἐπανόδου.

χρήσιμον δὲ καὶ τὰ περὶ εὑρέσεως καὶ ζητήσεως φιλοσοφηθέντα τῷ νομοθέτῃ μὴ ἡσυχασθῆναι. τοὺς μὲν γὰρ εἰσάγει μηδὲν μήτε ζητοῦντας μήτε εὑρίσκοντας, τοὺς δὲ ἐν ἑκατέρῳ κατορθοῦντας, ἐνίους δὲ θάτερον περιπεποιημένους, ὧν οἱ μὲν ζητοῦντες οὐχ εὑρίσκουσιν, οἱ δ’ εὑρίσκουσιν οὐ ζητήσαντες.