De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
αἵδ’ εἰσὶν αἱ ἓξ πόλεις, ἃς καλεῖ φυγαδευτήρια [*](1 ἀρρυσάμενος H2 3 Μωσῆς codd. 4 ἐκοσμήθη H ὄντι G1 ut vid. γέγονεν 11 5 μεγάλου Mang.: μεγάλη codd. 7 οὕτως G (Turn.): οὔτε Η 8 ἀνάγκης σωφρονιζούσης conicio 9 φθάνοντι G (Turn.): φθονοῦντι H 12 τε] e corr. H2 14 ἀμνηστείας GH1 15 προστάττει Η εὐδαιμονήση G 17 αἱ addidi φυγαδευτηρίων Η1)
ὁ δ’ ὑπεράνω τούτων λόγος θεῖος εἰς ὁρατὴν οὐκ ἦλθεν ἰδέαν, ἅτε μηδενὶ τῶν κατ’ αἴσθησιν ἐμφερὴς ὤν, ἀλλ’ αὐτὸς εἰκὼν ὑπάρχων θεοῦ, τῶν νοητῶν ἅπαξ ἁπάντων ὁ πρεσβύτατος, ὁ ἐγγυτάτω, μηδενὸς ὄντος μεθορίου διαστήματος, τοῦ μόνου, ὅ ἔστιν ἀψευδῶς, ἐφιδρυμένος. λέγεται γάρ· „λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου, ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ“ (Exod. 25, 21), ὥσθ’ ἡνίοχον μὲν εἶναι τῶν δυνάμεων τὸν λόγον, ἔποχον δὲ τὸν λαλοῦντα, ἐπικελευόμενον τῷ ἡνιόχῳ τὰ πρὸς ὀρθὴν τοῦ παντὸς ἡνιόχησιν.
ὁ μὲν οὖν ἄνευ τροπῆς, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ καὶ τῆς ἀκουσίου γεγονώς, αὐτὸν τὸν θεὸν κλῆρον ἔχων (Deut. 10,9), ἐν αὐτῷ μόνῳ κατοικήσει· οἱ δ’ οὐκ ἐκ προνοίας ἀλλ’ ἀβουλήτοις χρησάμενοι σφάλμασι καταφυγὰς ἕξουσι τὰς εἰρημένας ἀφθόνους καὶ πλουσίας οὕτως.