De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

| „Καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου [*](p.546 M.) αὐτῆς. εὗρε δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. εἶπε δὲ αὐτῇ ὁ ἄγγελος κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου· ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε κύριος τῇ ταπεινώσει σου. οὗτος ἔσται ἀγροῖκος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν (Gen. 16, 6—12, ομ. 10).”

εἰρηκότες ἐν τῷ προτέρῳ τὰ πρέποντα περὶ τῶν προπαιδευμάτων καὶ περὶ κακώσεως, ἑξῆς τὸν περὶ φυγάδων ἀναγράψομεν τόπον. μέμνηται γὰρ πολλαχοῦ τῶν ἀποδιδρασκόντων, καθάπερ καὶ νῦν φάσκων ἐπὶ τῆς Ἄγαρ, ὅτι κακωθεῖσα „ἀπέδρα ἀπὸ προσώπου τῆς κυρίας“.

αἰτίας οὖν ἔγωγε τρεῖς εἶναι νομίζω φυγῆς, μῖσος, φόβον, αἰδῶ. μίσει μὲν οὖν καὶ γυναῖκες ἄνδρας καὶ ἄνδρες γυναῖκας ἀπολείπουσι, φόβῳ δὲ τοὺς γονεῖς παῖδες καὶ δεσπότας οἰκέται, αἰδοῖ δὲ τοὺς ἑταίρους, ὁπότε μὴ καθ’ ἡδονήν τι πράξειαν αὐτοῖς, οἱ φίλοι· ἤδη δὲ [*](Φίλωνος . . . . . εὑρέσεως G, περὶ φυγάδων H 1 Σάρα H : Σάρρα G τοῦ προσώπου V 3 ἐν] τῆς ἐν v ὁδῶ om. G 4 #x003E; παιδίσκη ex LXX et quaest. in Gen. III § 28 conicio Σάρας H: Σάρρας G 5 Σάρας H: Σάρρας G 7 ἰδοὺ ex ἑ 204 et LXX addidi 8 τέξεις v 8. 9 ὅτι — σου om. H 11 προτέρῳ βιβλίῳ conicio 12. 13 ἀναγράψωμεν 13 ὁ ἱερὸς λόγος addi vult Mang. 18 οἱ φίλοι αὐτοῖς H, sed β', α᾿ s. s.)

v.3.p.111
καὶ πατέρας οἶδα διὰ τὸ ἁβροδίαιτον αὐστηρὸν καὶ φιλόσοφον βίον παίδων ἐκτραπομένους καὶ δι’ αἰδῶ τὸν ἀγρὸν πρὸ τῆς πόλεως οἰκεῖν ἑλομένους.

τῶν τριῶν τούτων αἰτιῶν ἔστιν εὑρεῖν ἐν ταῖς ἱεραῖς γραφαῖς ὑπομνήματα. ὁ γοῦν ἀσκητὴς Ἰακὼβ μίσει μὲν τὸν πενθερὸν Λάβαν, φόβῳ δὲ τὸν ἀδελφὸν Ἠσαῦ ἀποδιδράσκει, ὡς αὐτίκα παραστήσομεν.

ἡ δ’ Ἄγαρ ἀπαλλάττεται δι’ αἰδῶ· σημεῖον δὲ τὸ ὑπαντᾶν αὐτῇ ἄγγελον, θεῖον λόγον, ἃ χρὴ παραινέσοντα καὶ ὑφηγησόμενον ἐπανόδου τῆς εἰς τὸν δεσποίνης οἶκον, ὃς καὶ θαρσύνων φησίν· „ἐπήκουσε κύριος τῇ ταπεινώσει σου“ (Gen. 16,11), ἣν οὔτε διὰ φόβον ἔσχες οὔτε διὰ μῖσος — τὸ μὲν γὰρ ἀγεννοῦς, τὸ δὲ φιλαπεχθήμονος πάθος ψυχῆς —, ἀλλ’ ἕνεκα τοῦ σωφροσύνης ἀπεικονίσματος, αἰδοῦς.

εἰκὸς γὰρ ἦν, εἰ διὰ φόβον ἀπεδίδρασκε, τῇ τὸν φόβον ἐπανατειναμένῃ παρηγορῆσαι πρᾳοπαθεῖν· τηνικαῦτα γὰρ ἀσφαλὲς ἦν ἐπανέρχεσθαι τῇ φυγούσῃ, πρότερον δ’ οὔ. ἀλλὰ τῇ μὲν οὐδεὶς προεντυγχάνει ἅτε ἐξευμενισθείσῃ δι’ ἑαυτῆς, τὴν δὲ ὁ δι’ εὔνοιαν φίλος ὁμοῦ καὶ σύμβουλος ἔλεγχος διδάσκει μὴ αἰδεῖσθαι μόνον, ἀλλὰ καὶ εὐτολμίᾳ χρῆσθαι· ἥμισυ γὰρ ἀρετῆς εἶναι τὴν δίχα τοῦ θαρρεῖν αἰδῶ.

Τοὺς μὲν οὖν ἀκριβεστέρους χαρακτῆρας ὁ ἑξῆς μηνύσει λόγος. ἐπανιτέον δ’ ἐπὶ τὰ προταθέντα κεφάλαια καὶ ἀρκτέον ἀπὸ τῶν μίσους χάριν ἀποδιδρασκόντων. „ἔκρυψε“ γάρ φησιν „Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀπαγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει, καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα“ (Gen. 31,20. 21).

τίς οὖν αἰτία τοῦ μίσους; ποθεῖς γὰρ ἴσως δὴ τοῦτο μαθεῖν. εἰσί τινες οἱ τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον οὐσίαν θεοπλαστοῦντες, τὸ κινοῦν αἴτιον οὔτε εἰδότες οὔτε παρὰ τῶν εἰδότων μαθεῖν σπουδάσαντες, ἀγνοίᾳ δὲ καὶ ἀμαθίᾳ κεχρημένοι τοῦ καλλίστου μαθήματος, οὗ πρώτου καὶ μόνου τὴν ἐπιστήμην ἐκπονεῖν ἦν ἀναγκαῖον.

ὁ Λάβαν τοῦ γένους ἐστὶ τούτου· [*](5 Ἡσαῦ GH παραστήσομεν scripsi: παραστήσομαι codd. 7 θε λόγον ex θείων λόγων corr. Η ἃ χρὴ] ἄχρι G 8 δεσπότην Η 11. 12 ἦν εἰ — φόβον add. in mg. H2 12 ἐπανατειναμένην Turn. 13 πραϋπαθεῖν coni. Mang. 15 6 δι’ εὔνοιαν] διάνοιαν G φίλος ὁμοῦ G: ὁμοῦ φάος H 16 μόνον] μέν coni. Mang. εὐτολμίας G 19 81 H προταθέντα Mang.: προτεθέντα codd. 21 τοῦ] τὸ G 23 τοῦτο Turn.: τι τοῦ codd., τι περὶ τούτου conicio, τινα τούτου coni. Cohn 24 οὐσίαν] ὕλην coni. Mang. κινοῦν] τῶν γινομένων coni. Mang. 25 ἰδόντες G ἰδόντων G) [*](27 sqq. cf. Orig. Contra Celsum IV 43 p. 536.)

v.3.p.112
τὴν γὰρ ἄσημον αὐτῷ ποίμνην οἱ χρησμοὶ προσνέμουσιν (Gen. 30,42)· ἄσημος δὲ ἐν μὲν τοῖς ὅλοις ἡ ἄποιος ὕλη, ἐν ἀνθρώποις δὲ ἡ ἀμαθὴς ψυχὴ καὶ ἀπαιδαγώγητος.

ἕτεροι δ’ εἰσὶ τῆς ἀμείνονος μοίρας, οἳ νοῦν ἔφασαν ἐλθόντα πάντα διακοσμῆσαι, τὴν ἐξ ὀχλοκρατίας ἐν τοῖς οὖσιν ἀταξίαν εἰς ἀρχῆς νομίμου, βασιλείας, τάξιν ἀγαγόντα. τοῦ θιάσου τούτου χορευτὴς Ἰακώβ ἐστιν, ὃς ἐπιστατεῖ τῆς ἐπισήμου ποικίλης ἀγέλης· ἐπίσημον δὲ πάλιν καὶ ποικίλον ἐν μὲν τοῖς ὅλοις τὸ εἶδος, ἐν δὲ ἀνθρώποις ἡ εὐπαίδευτος καὶ φιλομαθὴς διάνοια.

πολλοῦ δὴ τοῦ φύσει κοινωνικοῦ σπάσας ὁ ἐπίσημος καὶ μοναρχίας ἀληθοῦς ἑταῖρος ἔρχεται πρὸς τὸν ἄσημον, ὑλικὰς μέν, ὡς εἶπον ἤδη, θεοπλαστοῦντα ἡγεμονίας, ἔξω δὲ τούτων δραστήριον μηδεμίαν νομίζοντα, διδάξων ὅτι οὐκ ὀρθογνωμονεῖ.

γέγονέ τε γὰρ ὁ κόσμος καὶ πάντως ὑπ’ αἰτίου τινὸς γέγονεν· ὁ δὲ τοῦ ποιοῦντος λόγος αὐτός ἐστιν ἡ σφραγίς, ᾗ τῶν ὄντων ἕκαστον μεμόρφωται· παρὸ καὶ τέλειον τοῖς γινομένοις ἐξ ἀρχῆς παρακολουθεῖ τὸ εἶδος, ἅτε ἐκμαγεῖον καὶ εἰκὼν τελείου λόγου.

τὸ γὰρ γενόμενον ζῷον ἀτελὲς μέν ἐστι τῷ ποσῷ — μάρτυρες δὲ αἱ καθ’ ἡλικίαν ἑκάστην παραυξήσεις —, τέλειον δὲ τῷ ποιῷ· μένει γὰρ ἡ αὐτὴ ποιότης ἅτε ἀπὸ μένοντος ἐκμαγεῖσα καὶ μηδαμῇ τρεπομένου θείου λόγου.

ὁρῶν δ’ ὅτι πρὸς μάθησιν καὶ νόμιμον ἐπιστασίαν κεκώφωται, δρασμὸν εἰκότως βουλεύεται· δέδιε γάρ, μὴ πρὸς τῷ μηδὲν ἰσχῦσαι ὀνῆσαι ἔτι καὶ ζημιωθῇ. βλαβεραὶ γὰρ αἱ μετὰ ἀνοήτων συνουσίαι, καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττεται τὰ εἴδωλα· καὶ ὄντως ἐστὶν ἐχθρὸν φύσει παιδεία ἀπαιδευσίᾳ καὶ φιλοπονία ἀμελετησίᾳ.

παρὸ καὶ φωνὴν αἱ ἀσκητικαὶ δυνάμεις ἀφεῖσαι [*](1 οἱ Mang.: οὐ codd. 3 ἀπαίδευτος conicio 4 ὀχλοκρατίας scripsi: ὀχλοκρασίας codd. 6 καὶ ποικίλης conicio 7 ὅλοις] ὑλικοῖς coni. Mang. 8 δὲ Mang. per 11 ἡγεμονίας] οὐσίας conicio μηδαμῇ coni. Cohn 12 ὀρθογνωμεῖ v γέγονέ τε G: γεγένηται H 14 πὰρ ὃν Mang. 18 ἐκμαχθεῖσα H 19 νόμιμον Mang.: μόνιμον codd. 20 τῷ] τὸ Turn. 22 τῆς GH: ταῖς L1 Turn. φρενοβλαβίας G, φρενοβλαβείαις Turn. 23 post καὶ ras. H 24 ἀφιεῖσαι conicio) [*](3 Anaxagoras: v. Laert. Diog. II 6; Zeller, Philos. gr. I p. 992 3. 21-23 fol. 331 DR fol. 261r Dv p. 692 Antonius Melissa II 36 col. 1095 Georgides p. 17,11 Boiss. (Laur. VII 15 fol. 37v) Φίλωνος: βλαβεραὶ τῶν ἀνοήτων αἰ συνουσίαι—εἴδωλα αἱ τῶν ἀνοήτων DP DV). 21—24 Ambros. epist. 27,8: noxiae sunt enim conversationes cum insipientibus et inficiunt sobriam mentem ac decolorant . . . frequenter enim accidit, ut quis contra propositum suum . . . fuco insipientiae coloretur, meritoque contrariae sibi sunt et repugnantes disciplina atque insolentia. 24—113,13 ibid. 7: Lia et Rachel, una laboriosa, altera adspiratio fortis, refugientes non generis necessitudinem, sed morum discrepantiam, cum viri exerciti lacob sermone edoctae essent, quod vellet discedere, ut Laban et filiorum eius invidiam declinaret atque igiiaviam, respondenmt: numquid est nobis portio aut hereditas in domo patris nostri? nonne sicut alienae aestimamur ei? vendidit enim nos et devoravit pretium nostrum. ecce primum quia ignavus et invidus laboriosam et disciplinae teuacem alienat a se . . . 5 nunc audiamus, quomodo quae habet virtus, non habeat iguavia. aiunt enim: omnes divitiae et gloria. quam tulit deus patri nostro, nobis erit et filiis nostris. merito deo arbitro dicunt esse sublata, quia ipse est auctor bonorum, cuius gratia ignavi exuuntur; quia decorem hereditatis divinae capere improbi atque infirmi uon queunt, succedit autem intentus et spiritum in se fortis habens. 6—8 ibid. 7: denique divites et liberae non eum divitem, sed egentem arbitrabantur. omnis enim bonarum et liberalium consors disciplinarura neminem insipientium divitem putat, sed inopem atque egenum, abiectum quoque, etsi regalibus divitiis affluat et superbus auro suam iactet potentiara (cf. etiam 9). epist. 38,8: alter despiciens animo βασιλέων τὰς πολυχρύσους τύχας imperialesque gazas . . . cf. Nauck tragic. graec. fr2. p. 900 (adespota 322).)

v.3.p.113
κεκράγασι τὰς αἰτίας τοῦ μίσους παραδιηγούμεναι· „μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα, ἣν ἀφείλετο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν“ (Gen. 31,14—16).

ἐλεύθεραι γὰρ καὶ τοῖς ὀνόμασι καὶ τοῖς ἐνθυμήμασιν οὐδένα τῶν ἀφρόνων νομίζουσι πλούσιον ἢ ἔνδοξον εἶναι, πάντας δ’, ὡς ἔπος εἰπεῖν, ἀδόξους καὶ πένητας, κἂν βασιλέων πολυχρύσων τύχας ὑπερβάλλωσιν. οὐ γάρ φασι τὸν πλοῦτον τοῦ πατρός, ἀλλὰ τὸν ἀφαιρεθέντα πλοῦτον, οὐδὲ τὴν ἐκείνου δόξαν, ἀλλὰ τὴν ἀφαιρεθεῖσαν αὐτοῦ δόξαν σχήσειν.

ἐστέρηται δ’ ὁ φαῦλος τοῦ ἀληθινοῦ πλούτου καὶ τῆς ἀψευδοῦς εὐδοξίας· τὰ γὰρ ἀγαθὰ ταῦτα φρόνησις καὶ σωφροσύνη καὶ αἱ συγγενεῖς περιποιοῦσι διαθέσεις, ὧν αἱ φιλάρετοι ψυχαὶ κληρονομοῦσιν. οὐοῦν οὐ

τὰ προσόντα τῷ μοχθηρῷ, τὰ δ’ ὧν ἐκεῖνος ἐστέρηται περιουσία καὶ εὔκλεια τοῖς ἀστείοις ἐστίν· ἐστέρηται δὲ ἀρετῶν, αἳ δὴ κτήματα τῶνδε γεγόνασιν, [*](2 ἢ scripsi (sic LXX et. qnh ler. div. ber. § 44) καὶ codd. ἀλλότριαι scripsi: ἀλλότριοι codd.; genuina scriptura αἱ ἀλλότριαι esse videtur: cf. ad lin. 2 2.3 λελόγισθε corr. ex λελογίσθαι H, λελόγιστε L 4 πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν ex LXX et § 16 conicio 6 ἐλεύθεροι v γὰρ καὶ πλούσιαι ex Ambros. conicio ὀνόμασι] γένεσι coni. Mang. 9 ἀφαιρεθέντα #x003E; conicio 13 ὧν] ἁ vel κληρονόμοι εἰσίν coni. Mang. 15 δ’ ἢ G τῶνδε G: αὐτῶν H)

v.3.p.114
ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν συνᾴδῃ· „τὰ βδελύγματα Αἰγύπτου θύσομεν κυρίῳ τῷ θεῷ“ (Exod. 8,26)· τέλεια γὰρ καὶ ἄμωμα ἱερεῖα αἱ ἀρεταὶ καὶ αἱ κατὰ ἀρετὰς πράξεις, ἃς τὸ φιλοπαθὲς Αἰγύπτιον βδελύττεται σῶμα.

καθάπερ γὰρ ἐνταῦθα φυσικῶς τὰ βέβηλα παρ’ Αἰγυπτίοις ἱερὰ παρὰ τοῖς ὀξὺ καθορῶσι λέγεται καὶ πάντα θύεται, τὸν αὐτὸν τρόπον καὶ ὧν ἐστέρηται καὶ ἀφῄρηται πᾶς ἄφρων, τούτων κληρονόμος ἔσται ὁ καλοκἀγαθίας ἑταῖρος· ταῦτα δέ ἐστι δόξα ἀληθὴς ἐπιστήμης ἀδιαφοροῦσα καὶ πλοῦτος οὐχ ὁ τυφλός, ἀλλ’ ὁ τῶν ὄντων ὀξυδερκέστατος, ὃς οὐδὲν παραδέχεται νόμισμα κίβδηλον, ἀλλ’ οὐδ’ ἄψυχον τὸ παράπαν, εἰ καὶ δόκιμον εἴη.

προσηκόντως οὖν ἀποδράσεται τὸν τῶν θείων ἀγαθῶν ἀμέτοχον, ὃς καὶ ἐν οἷς ἕτερον αἰτιᾶται διαβάλλων ἑαυτὸν λέληθεν, ἐπειδὰν φῇ· „εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (Gen. 31,27). αὐτὸ γὰρ τοῦτο φυγῆς ἦν ἄξιον, εἰ μυρίων δεσποτῶν δοῦλος ὤν, ἐπιμορφάζων ἀρχὴν καὶ ἡγεμονίαν, ἐλευθερίαν ἄλλοις ἐκήρυττες.