Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον — νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις —, ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι.
Ἀναγκαίως οὖν ἐπιλέγεται „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι;
πρὸς ὃν ἐροῦμεν· ὦ γενναῖε, μὴ ἀνεξετάστως ἢ τὸν σοφὸν ἀφέλῃ τὰ πρέποντα ἐγκώμια ἢ τοῖς ἀναξίοις τὴν τελειοτάτην ἀρετῶν, πίστιν, μαρτυρήσῃς ἢ τὴν ἡμετέραν περὶ τούτων γνῶσιν αἰτιάσῃ.
βαθυτέραν γὰρ εἰ βουληθείης ἔρευναν καὶ μὴ σφόδρ’ ἐπιπόλαιον ποιήσασθαι, σαφῶς γνώσῃ, ὅτι μόνῳ θεῷ χωρὶς ἑτέρου προσπαραλήψεως οὐ ῥᾴδιον πιστεῦσαι διὰ τὴν πρὸς τὸ θνητὸν ᾧ συνεζεύγμεθα συγγένειαν· ὅπερ ἡμᾶς καὶ χρήμασι καὶ δόξῃ καὶ ἀρχῇ καὶ φίλοις ὑγείᾳ τε καὶ ῥώμῃ σώματος καὶ ἄλλοις πολλοῖς ἀναπείθει πεπιστευκέναι. τὸ δὲ