Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
συντείνει δὲ πρὸς ἠθοποιίαν καὶ τὸ „ἐξήγαγεν αὐτὸν ἔξω“, ὅ τινες εἰώθασιν ὑπ’ ἀμουσίας ἤθους γελᾶν φάσκοντες· εἴσω γάρ τις ἐξάγεται, ἢ ἔμπαλιν εἰσέρχεται ἔξω; ναί, φαίην ἄν, ὦ καταγέλαστοι καὶ λίαν εὐχερεῖς· ψυχῆς γὰρ τρόπους ἰχνηλατεῖν οὐκ ἐμάθετε, ἀλλὰ σωμάτων τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις μόνας ἐρευνᾶτε. διὸ καὶ παράδοξον ὑμῖν φαίνεται εἴ τις ἐξέρχεται εἴσω ἢ εἰσέρχεται ἔξω· τοῖς δὲ Μωυσέως γνωρίμοις ἡμῖν οὐδὲν τῶν τοιούτων ἀπῳδόν ἐστιν.
ἢ οὐκ ἂν εἴποιτε, τὸν μὴ τέλειον ἀρχιερέα, ὁπότε ἐν τοῖς ἀδύτοις τὰς πατρῴους ἁγιστείας ἐπιτελεῖ, ἔνδον εἶναί τε καὶ ἔξω, ἔνδον μὲν τῷ φανερῷ σώματι, ἔξω δὲ ψυχῇ τῇ περιφοίτῳ καὶ πεπλανημένῃ, καὶ ἔμπαλίν τινα μηδὲ γένους ὄντα τοῦ ἱερωμένου θεοφιλῆ καὶ φιλόθεον ἔξω τῶν περιρραντηρίων ἑστῶτα ἐσωτάτω διατρίβειν, ἀποδημίαν ἡγούμενον ὅλον τὸν μετὰ σώματος βίον, ὁπότε δὲ δύναιτο τῇ ψυχῇ μόνῃ ζῆν, ἐν πατρίδι καταμένειν [*](1 ἀνατείνει (ανατεινειν Pap) τὰς ὄψεις Pap G: τὰς ὄψεις ἀνατείνει ceteri καὶ ουρα(νου περιο)δους, πεπαίδευται (δε καὶ εἰς) Pap supplevi (v. Prolegomena): om. 2 το μαννα ἀφορᾶν Pap: ἀφορᾶν τὸ μάννα GP(H1), ἀφορῶν τὸ μάννα ceteri τῶν θείων λόγων O τῆς ουρανι(ου) Pap οὐρανίων coni. Mang. 3 φιλοθεάμονος ψυχῆς transpos. codcl. 4 σκόρδα Pap: σκόροδα codd. περιοδυνῶντα scripsi (Pap?): περιοδυνοῦντα OG, περιδινοῦντα ABHP κακοῦντα Mang: κυκῶντα codd. (Pap?) 5 δυσωδίας G ὁ φασι Pap: φησι codd. ἐν Αἰγύπτῳ om. ΑΒ 7 καὶ Pap: τοὺς codd. σικύους HP (Pap?) κρόμμυα om. G σκορδα Pap: σκόροδα OABH, σκόρωδα G, σκόραδα P 8 εἰς Pap OAB: πρὸς GHP οἱ Pap: om. codd. ἡμῶν om. Pap 10 εἰωθόσι post ἤθους transpos. codd. ὑπὸ codd. 11 ἔξαγεν Pap εἰσάγεται conicio φαίην Pap: ἔφην GHP, φήσοι τις O, φήσῃ τις AB 13 τὰς] τά G τούτοις] τόποις coni. Mang. μόνος G εραυναται, falso corr. in εραυνευτε Pap καὶ Pap: om. codd. 14 ἢ εἰσέρχεται ἔξω in mg. H2 et P2 15 Μωσέως codd. τῶν τοιούτων Pap: τούτων codd. 16 μὴ Pap: μὲν codd. τοῖς om. G πατρῴους GPH1 (Pap?): πατρῴας OAB, πατρίους H2 17 ἐπιτελεῖν Β 18 περιφυτὠι Pap 19 φιλοθεον Pap (Mang.): θεόφιλον codd. τῶν om. Pap 21 ὁπόθεν G δὲ om. OAB δ’ ἐδύνατο PH1 τῆι Pap: om. codd. ὲν Pap: ὡς ἐν OBGHP, καὶ cb; ἐν Α)
καὶ γὰρ φλιᾶς μέν ἐστιν ἔξω πᾶς ἄφρων, κἂν συνημερεύων μηδ’ ἀκαρὲς ἀπολείπηται, εἴσω δὲ πᾶς σοφός, κἂν μὴ μόνον χώραις ἀλλὰ καὶ μεγάλοις κλίμασι γῆς διῳκισμένος τυγχάνῃ· κατὰ δὲ Μωυσῆν οὕτως ὁ φίλος ἐγγύς ἐστιν, ὥστε ἀδιαφορεῖ ψυχῆς· λέγει γάρ·
„ὁ φίλος, ὁ ἴσος τῇ ψυχῇ σου“ (Deut. 13, 6). καὶ ὁ ἱερεὺς μέντοι „ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16,17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.