Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον.
ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· „ἀληθῶς" γάρ φησιν „ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός" (Gen. 20, 12).
Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος.
τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον.
πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε „ὁ οἰκογενής μου κληρονομήσει με“ (Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος; τότε καὶ ἐπισπεύσας [*](1 του πατρὸς μου Pap: om. codd. 2 εξειλατο Pap: ἐξελέξατο G, ἐξείλετο ceteri δὲ codd. 3 ἑτέροις OG1H1P σκεδάσαι τὰς θεοσεβείας Pap: τἀς θεοσεβείας σκεδάσαι GHP, τὰς (τὰ Ο) θεοσημείας σκεδάσαι (σχεδάσαι Ο) OAB, mg. θεοσεβεῖς coni. Mang. 4 τὴν] τῆς GPH1 παρανομίαν OB 5 ἐκφυγεῖν] εὑρεῖν GPH1 ὁ θεοῦ Pap: om. codd. 7. 8 διέστησεν G, συνέστησεν OAB 8 διδάξηι Pap: δείξη codd. καιθην Pap τοῦ] τῶν Turn. 9 ἀμέτοχον Pap: ἀμέτοχος codd. 10 μεταποιεῖται Pap: μεταπεποίηται codd. 11 μόνη ΑΒ γενηθεῖσα G 14 ἣν ἀναγκαῖον Pap G: ἣν L, ἀναγκαῖον ἦν ceteri διακοῦσαι OAB 15 πρόφασις OAB αἰνιγματώδη om. Α 16 ἑρμηνευτέον Ο, διερευνητέον conicio μήποτε OAB 19 μόνος αξιουται Pap: ἀξιοῦται μόνος codd. 20 ἐπιτυχών OAB ἀλλὰ om. L 20. 21 καὶ τοῦ GHP: τοῦ OAB (Pap τοῦ vel καὶ?) 21 πέφυρται Pap: πεφύραται codd. 22 θυμοῦ ζεόντος OAB, θυμοῦ etiam PH1 23 τοῦτον Pap: om. codd., suppl. Turn. ante τὸν 23. 24 τὸ νοητὸν ἐκεῖνο τὸ αὐτοδίδακτον Pap: τὸ αὐτοδίδακτον, τὸ νοητὸν ἐκεῖνο codd. 24 το θε(οει)δες Pap: om. codd. 2.5 ἔκγονος GPH1)
„εὐθὺς“ γάρ φησι „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος“ (Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι.
παρατετήρηται δὲ ἄκρως τὸ μὴ „εἶπεν“ ἢ „ἐλάλησεν“ φάναι, ἀλλὰ τὸ „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν" ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ.
τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ“ φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4)“.
πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον „γῆν,“ τὸ σῶμα, καὶ „συγγένειαν“, τὴν αἴσθησιν, καὶ "οἶκον πατρός" (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν·
ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι [*](1 ἔφθασεν Pap ἀποστείλας OAB 2 τὴν 010. OABHP φησιν Pap 3 τὼ] τὸ PH1 4 φύσεις] φύσεις εἰς G φύσεις εἰς τά τὰ om. νοητά πράγματα OAB 5 εἰπεῖν Pap ὁ ἐλάλησεν Pap: ἐλάλησεν ἄκρως codd., ἐλάλησεν αὐτῷ Mang. θεοῦ om. Pap 7 ἐμβοήσαντος καὶ scripsi: εμβοησαντος Pap, καὶ codd. —9 ἐμβοήσαντος—μαθήσεως om. L 7 ἀρρήτως AOB 8 εασηι ἔρημον Pap 10 του Pap: om. codd. 12 καταλελοιπὼς hic habet Pap: post ἑαυτὸν lin. 13 transpos. codd. 13 φησίν post γὰρ transpos. codd. 14 σε] σοι OAB 16 τὴν addidi 17 σεαυτὴν Β 18 ὥσπερ Pap O: καθώσπερ ΑΒGΗ, καθάπερ P κατεχομενοι και κορυβανθιωντες (sic) Pap: κορυβαντιῶντες καὶ κατεχόμενοι codd. 19 προφοφητικὸν L καὶ ante ἐνθουσιώσης add. ΑΒ οὐκέτι codd. 20 οὐρανίῳ] αἰωνίω OAB καὶ ἐκμεμηνυίας codd. 20. 21 καὶ ὕπο του ὄντος οντης (sic) ἠγμένης Pap: om. codd. 21 αὐτὸ scripsi: ἀυτῶ Pap, αὐτὸν GHP, αὐτὴν OAB εἱλημένης G 22 ἀλήθειαν Α) [*](4. 5 ἀσώματοι—κληρονόμοι N fol. 165v.)
λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν.
ἐτόλμα γὰρ τόλμημα οὐ μικρόν, διὰ σκιῶν μοι σώματα, διὰ ῥημάτων πράγματα, ἅπερ ἀμήχανον ἦν, δεικνύναι· καίτοι σφαλλόμενος περιελάλει καὶ περιέρρει κοινότητι τῶν ὀνομάτων τὰς ἰδιότητας τῶν ὑποκειμένων ἀδυνατῶν ἐμφάσει τρανῇ παραστῆσαι.
παθοῦσα δ’ ὡς ἄφρων καὶ νήπιος παῖς ἔμαθον, ὡς ἄμεινον ἦν ἄρα πάντων μὲν τούτων ὑπεξελθεῖν, ἑκάστου δὲ τὰς δυνάμεις ἀναθεῖναι θεῷ τῷ καὶ τὸ σῶμα σωματοῦντι καὶ πηγνύντι καὶ τὴν αἴσθησιν αἰσθάνεσθαι παρασκευάζοντι καὶ τῷ λόγῳ τὸ λέγειν ὀρέγοντι.
τὸν αὐτὸν δὴ τρόπον ὅνπερ τῶν ἄλλων ὑπεξελήλυθας, ὑπέξελθε καὶ μετανάστηθι σεαυτῆς. τί δὲ τοῦτό ἐστιν; μὴ ταμιεύσῃ τὸ νοεῖν καὶ διανοεῖσθαι καὶ καταλαμβάνειν σεαυτῇ, φέρουσα δὲ καὶ ταῦτα ἀνάθες τῷ τοῦ νοεῖν ἀκριβῶς καὶ καταλαμβάνειν ἀνεξαπατήτως αἰτίῳ.
[*](1 κλῆρος οὕτος Pap; κληρονόμος οὗτος (οὕτω P2) GHP, τὸ γενέσθαι τῶν οὕτω OAB, τὸ γενέσθαι τῶν θείων add. mg. P2 μετανιστασαι Pap 2 τὰ νοητὰ δεδιδαγμένοις Pap: δεδιδαγμένοις τὰ νοητὰ codd. 3 ἐνηχοῦσα OAB φάσκεις OAB μετῳκισάμην Pap G: μετωκησάμην ceteri σαρκικῆς G 4 ηδηι Pap: δὴ codd. ποτε τ’ αἰσθητὰ Pap μὴ scripsi: τὰ Pap codd., μὴ τὰ Mang. 5 ἐφαντασιώθη OGL καταγνοὺς B αὐτῆς τῶν Pap GHP: αὐτῶν OAB 5 — 7 κριτηρίων — κρινομένων om. OAB 6 υποπεπλησμενων Pap: ὑπὸ πυβελησμένων G. ὑποπεπληρωμένων ceteii 8 μέσης] μέρους L 8 εὐτρεπισμένον Pap μετανέστη G, post μετανέστην add. ἁρπάσασα τὴν ἀλήθειαν OAB 10 ἑαυτόν] αὐτοῦ Pap 11 ὅπερ couicio 11. 12 καίτοι σφαλλόμενος περι(ελαλει κ)αι περιερρι Pap: τοιγαροῦν περιέρρει τοῖς σφαλλομένοις καὶ περιελάλει GHP, τοιγαροῦν περιῄει τοὺς σφαλλομένους καὶ περιελάλει OAB τ 12 κοινότητας OAB, κοινότητα H1, κοινο P 12. 13 τὰς ὑποκειμένας τῶν ἰδιοτήτων OAB 13 τρανεῖ Pap 14 ἔμαθον Pap: ἔγνων codd. τούτων om. Pap 15 τὸ Pap: om. codd. σῶμα om. AB 17 τῷ om. G τό] τῶ GH1(P1) 18 ἐξελήλυθας G ὑπέξελθε Pap: ὑπέκστηθι codd. σεαυτῆς Pap G: καὶ σεαυτῆς Η2, ἀφ’ ἑαυτῆς OAB, ἀπ’ αὐτῆς P(H1) ἐστι τοῦτο codd. 20 ἀνάθες Pap: ἀνάθου codd. τω του Pap: τὸ G, τῶ ceteri)Τὴν δὲ ἀνάθεσιν δέξεται τῶν πανιέρων τεμενῶν τὸ ἁγιώτερον· δύο γὰρ ἔοικε συστῆναι, τὸ μὲν νοητόν, τὸ δ’ αἰσθητόν. αἰσθητῶν μὲν οὖν φύσεων ὁ κόσμος οὗτος, ἀοράτων δ’ ὡς ἀληθῶς ὁ νοητὸς τὸ πάνθειόν ἐστιν.
ὅτι δ’ ὁ ὑπεξελθὼν ἐξ ἡμῶν νοητῶν καὶ γλιχόμενος ὀπαδὸς εἶναι θεοῦ τοῦ φύσεως ἀοιδίμου πλούτου κληρονόμος ἐστί, μαρτυρεῖ λέγων· „ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν“ (Gen. 15,5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν — „ἀνοίξαι γάρ σοι“ φησί „κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν“, (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει —· „ἀνάβλεψον“ δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται.
πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;
μόνος οὖν βλέπει ὁ ἀστεῖος, οὗ χάριν καὶ τοὺς προφήτας ὠνόμασαν οἱ παλαιοὶ ὁρῶντας (I Reg. 9, 9). ὁ δὲ ἔξω προεληλυθὼς οὐ μόνον ὁρῶν, ἀλλὰ καὶ θεὸν ὁρῶν προσερρήθη, Ἰσραήλ [ὅς ἐστι θεὸν ὁρῶν]. οἱ δέ, κἄν ποτε τοὺς ὀφθαλμοὺς διοίξωσι, πρὸς γῆν ἀπονενεύκασι τὰ γήινα μετιόντες καὶ τοῖς ἐν Ἅιδῃ συντρεφόμενοι. [*](1 δέξεται Pap: δέχεται codd. ἁγιώτερον Pap: ἁγνότερον codd. 2 νοητῶν et αἰσθητῶν OAB αἰσθήσεων μὲν H(P1) 3 κόσμος—ὁ om. Α δὲ codd. 3. 4 τὸ πάνθειον Pap: τὸ πᾶν θεῖον GP1H1, οὗ τό πᾶν θεῖον ’-’, τὸ πανδοχεῖον H2 4 δὲ codd. ὁ Pap Η2: om. ceteri ἐξελθὼν Pap ἔξω γηίνων καὶ ἐφιέμενος νοητῶν coni. Cohn νοητῶν Pap: 5 τοῦ] τῆς OABPH1 εστιν Pap ὁ ὁ λέγων Η2 (Pap?) δὲ Pap: om. codd. 8 γὰρ Pap: om. codd. φησιν Pap τὸν ἀγαθὸν) Pap: τῶν ἀγαθῶν codd. 9 τελεωτάτους G 10 δὲ Pap: om. codd., δὴ conicio 11 οὐ om. PH1 12 ὅτε scripsi: ὅταν Pap et codd. ἀντὶ codd. (αισχρα αντι) κάλων Pap: ὁρᾶ OABP2, om. GHP1 αδ(ικα αντι δικαιω)ν Pap: δὲ δικαίων ἀδίκημα PH1, ἀντὶ δὲ δικαίων ἄδικα ceteri 13 εὐπαθεῖν G αντ’] ἀντὶ codd. ηιρηται Pap: om. codd. 14 ἀποδιδράσκει ABPH1 (Pap?): ἀποδιδράσκῃ OGH2 15 τοὺς om. OAB λόγους om. Η ἀργίας—θρύψεως om. OAB 16 δημιουργοὺς Pap: om. codd., sed καὶ τοὺς πρὸς λόγους G, καὶ τοὺς πρὸς ἡδονὴν λόγους H1P hic repetunt ἀποδέχηται H2 ὁ ἀστεῖος οὖν μόνος βλέπει OAB, μόνος οὑν ὁ ἀστεῖος βλέπει conicio, quod potest habuisse Pap, in qua solae litterae μον legi possunt 19 ὁμορῶν seclusi ἐστιν codd.: om. Pap θέον ὄρων Pap: ὁρῶν θεόν ceteri καὶ ἂν) Pap διοίξωσι scripsi: Pap?, iitterarum numerus convenit, διανοίξωσι ΑΒ, αὐτῶν διανοίξωσι Ο, διοίξειε G, διοίξειαν HP 20 Ἅιδη codd. (Pap?): ὕλῃ Turn., ὕλαις coni. Mang. συντρεχόμενοι OAB)
πεπαίδευται δὲ καὶ εἰς τὸ μάννα ἀφορᾶν, τὸν θεῖον λόγον, τὴν οὐράνιον ψυχῆς φιλοθεάμονος ἄφθαρτον τροφήν, οἱ δὲ πρὸς τὰ κρόμμυα καὶ τὰ σκόρδα, τὰ περιοδυνῶντα τὰς κόρας καὶ κακοῦντα καὶ καταμύειν ποιοῦντα, καὶ τὰς ἄλλας πράσων καὶ νεκρῶν ἰχθύων δυσοδμίας, οἰκείας Αἰγύπτου τροφάς.
„ἐμνήσθημεν“ γάρ φασι „τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ σικύας, πέπονας, πράσα, κρόμμυα, σκόρδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν“ (Num. 11, 5.6).