Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ κουφότητι ἐξαιρόμενον· ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί, πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα.
κατὰ δὲ τὴν τῆς λύπης δυναστείαν συνάγεται καὶ συστέλλεται φυλλορροούντων καὶ ἀφαυαινομένων τρόπον δένδρων· τὸ γὰρ εὐθαλὲς αὐτῆς καὶ πῖον ἰσχναίνεται. φόβου γε μὴν τυραννήσαντος οὐδεὶς ἔτι μένειν ἀξιοῖ, δρασμῷ δὲ καὶ φυγῇ χρῆται, μόνως ἂν οὕτως σωθήσεσθαι προσδοκῶν· ἐπιθυμία μὲν γὰρ ὁλκὸν ἔχουσα δύναμιν, κἂν φεύγῃ τὸ ποθούμενον, διώκειν [*](1 οὕτως LN 2 λέγει Τurn. ἡσυχάζειν L1 4 μηνύουσιν H1P δ’ HP 5 γέμον G τῆς om. N 7 ἐρρήθη Mang. 9 σοματι Pap χώραν Α 10 γνώσηι γὰρ φησιν ὅτι Pap σου om. G 11 τὸ] τὼ Pap 13 ὅτι] τι Pap τα Pap: om. codd. 14 εφηι Pap (οικιδ)ια Pap, οὐκ ἴδια AP νόθος Pap 16 προσερρίζωται scripsi: προσερρίζωνται Pap et codd. 17 τεσσάρων Pap 18 ἐξαιρούμενον GPH1 19 ἀπάντων ΑΒ 20 διψῇ scripsi: διώσει Pap, διψᾷ codd. (αιει) Pap? 21 δὲ alt. om. Β 23 τρόπω codd. 24 τηρήσαντος ΑΒ ἐστὶ G 25 ἂν] μὲν AB σωθήσεται G προδοκων Pap 26 δύναμιν καταφεύγῃ G) [*](8 cf. ad vol. II p. 244,3.)
φαινομένου διίστησιν. αἱ δὲ τῶν λεχθέντων ἡγεμονίαι παθῶν βαρεῖαν τοῖς ἀρχομένοις ἐπάγουσι δουλείαν, ἄχρις ἂν ὁ βραβευτὴς καὶ δικαστὴς θεὸς διακρίνῃ τὸ κακούμενον ἀπὸ τοῦ κακοῦντος καὶ τὸ μὲν εἰς ἐλευθερίαν ἐξέληται παντελῆ, τῷ δὲ τἀπίχειρα ὧν ἐξήμαρτεν ἀποδῷ.
λέγεται γάρ· „τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσι κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς“ (Gen. 15,14). ἀνάγκη γὰρ θνητὸν ὄντα τῷ τῶν παθῶν ἔθνει πιεσθῆναι καὶ τὰς οἰκείους τῷ γενομένῳ κῆρας ἀναδέξασθαι, βούλημα δὲ θεοῦ τὰ σύμφυτα κακὰ τοῦ γένους ἡμῶν ἐπικουφίζειν· ὥστε καὶ ἡμεῖς ἐν ἀρχῇ
τὰ οἰκεῖα πεισόμεθα ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε.
τί δὲ τοῦτ’ ἐστίν; ἐπειδὰν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβὰς ὁ νοῦς ἐνδεθῇ ταῖς σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται.
Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· „σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ“ (Gen. [*](3 ἀχρείαν G ὁ om. Pap 5 τὰ ἐπίχειρα ΑΒ, ταπιχειρια Pap ὁ ᾧ] ὧν Β ἐὰν GHp δουλεύσωσιν Pap ὁ κρίνων G 7 ἐξελεύσεται G 8 πιεσθῆναι Pap (Mang.): πεισθῆναι codd. οἰκείας codd. 8. 9 τωι γενωμενωι Pap: τὸ γεννώμενον γενόμενον G) codd., τὸν γεννώμενον v 9 συμφυᾶ κάτα Pap 10 καὶ] κἂν Η πεισθησόμεθα GHP 11 ἡμῶν GH δεσπότου G ἐργάσηται GL 12 post ταῖς add. οἰκείαις H1P ἱκέτεσιν ΑΒ, οἰκἐτισιν G προκηρύξας GH (Pap?): προκηρύξαι P(H1), προκηρύξει AB 13 περιπεφρουρημένης scripsi (Pap?): περιφρουρημένης ΒΗ1 P, πεφρουρημένης AG, περιφρουρουμένης Η2 14 δοὺς GH (Pap): διδοὺς AB, διαδοὺς P 15 ἀπὸ AB 16 post οἷα add. γυνὴ H1P 17 δ’ ABG αὐτοῦ Pap 18 τραχηλίζειν μᾶλλον Pap (Mang.): τραχηλίζων GHP, τραχηλιάζων AB δύναται GH2 19) ἐντραφεὶς Mang.: ενγραφεις Pap, ἐγγραφεὶς codd. ἅπασιν Pap et codd.: παιδεύμασιν conicio, προπαιδεύμασιν Mang. 20 μετανισαμενος Pap 21 εἰς πατρίδα v ἐπάγεσθαι Η2 τὰς G 22 ὅπερ ABGL αποσκευηι Pap 24 γήρᾳ Pap ν: γήρει codd. (LXX))
δογματικῶς δὲ τὸν ἀστεῖον οὐκ ἀποθνῄσκοντα, ἀλλ’ ἀπερχόμενον εἰσήγαγεν, ἵν’ ἄσβεστον καὶ ἀθάνατον τὸ τῆς κεκαθαρμένης ἄκρως ψυχῆς ἀποφανῇ γένος, ἀποδημίᾳ τῇ ἐνθένδε πρὸς οὐρανὸν χρησόμενον, οὐ διαλύσει καὶ φθορᾷ, ἣν ἐπάγειν θάνατος δοκεῖ.
μετὰ δὲ τὸ „ἀπελεύσῃ“ γέγραπται τὸ „πρὸς τοὺς πατέρας σου“· ποίους πατέρας, ἄξιον σκέψασθαι. τοὺς μὲν γὰρ ἐν τῇ Χαλδαίων χώρᾳ βεβιωκότας, οἷς μόνοις ἐχρήσατο συγγενέσιν, οὐκ ἂν λέγοι, διὰ τὸ χρησμῷ τῶν ἀφ’ αἵματος ἁπάντων διῳκίσθαι. „εἶπε“ γάρ φησι „κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα“ (Gen. 12,1.2).
τὸν γὰρ ἀλλοτριωθέντα ἐπιφροσύνῃ θείᾳ πῶς ἦν τοῖς αὐτοῖς εὔλογον οἰκειοῦσθαι πάλιν; πῶς δὲ τὸν ἔθνους καὶ γένους ἑτέρου μέλλοντα ἡγεμόνα ἔσεσθαι προσκληροῦσθαι τῷ παλαιῷ; οὐ γὰρ ἂν ἐχαρίζετο καινὸν τρόπον τινὰ καὶ νέον ἔθνος καὶ γένος αὐτῷ ὁ θεός, εἰ μὴ τοῦ ἀρχαίου κατὰ τὸ παντελὲς ἀπεσχοίνιζεν.
ἐθνάρχης γὰρ καὶ γενάρχης ὡς ἀληθῶς ἐστιν οὗτος, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τὸ σκεπτικὸν καὶ θεωρητικὸν τῶν τῆς φύσεως πραγμάτων ἀνέβλαστεν ἔρνος, ὄνομα Ἰσραήλ· ἐπεὶ καὶ „τὰ παλαιὰ ἐκ προσώπου νέων ἐκφέρειν“ διείρηται (Lev. 26,10). ποῦ γὰρ ἀρχαιολογίας ἔτι καὶ παλαιῶν καὶ κατημαξευμένων ἐθῶν ὄφελος, οἷς ἐξαπιναίως οὐ προσδοκήσασιν [*](2 ἀπαλλαγῆναι G εὑρίσκομεν codd. 3 ἐλευθερίαν βεβαιοτάτην G 5 τὸ τῆς Η2: om. ceteri, τὸ Pap ὁ ἀποφήνῃ coni. Mang. ἀποδημίαν τὴν Pap 6. 7 χρησάμενον codd. 7 επαγει Pap 9 ὲν τῆι χαλδαίων χώραι Pap: ἐν γῇ Χαλδαίων codd. 10 ἐχρήσατο Pap: ἐγχρονίσας ὡς ΑΒP2, ἐγχρονίσας GH1P1, ἐνεχρόνισε H2 συγγενεῦσιν P, post συγγενέσιν add. ἦν AB 10. 11 διὰ τὸ — διῳκίσθαι om. G 10 δία το) Pap: διότι codd. 11 ἀπάντων om. codd. διῳκίσθαι P1(H1), διωικεισθαι Pap: διῳκίσθη ceteri κύριος post Ἁβραάμ transpos. P 12 ἔξελθε codd. συγγενείας] γενέσεως G 13 prius εἰς Pap: πρὸς codd. ἢν σοι δείξω Pap: ἢν δείξω σοι σε G) BGHP, δείξω σοι Α, ἣν ἄν σοι δείξω v 16 μέλλοντα GHP: μέλλον Pap, om. ΑΒ ηγεμονα εσεθαι Pap: ἔσεσθαι ἡγεμόνα codd. 17 τόπον coni. Μang. 18 ἀπεσχοίνισεν ΑΒ 19 γὰρ om. G γενεάρχης AP, γεννάρχης H 20 θεωρητικὸν καὶ σκεπτικὸν transpos. H ἀνεβλάστησεν codd. 21 επι Pap προσώπων AB 22 διήρηται G ἀρχαιολογία ΑΒ ἐστὶ G 23 ἐθνῶν ΗP, ἐθῶν L οὐ Pap: οὐδὲ ABGP, οὐδὲν H προδοκησασι Pap)
ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά; πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας — τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι —, ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι.
τινὲς δὲ πατέρας ὑπετόπασαν εἰρῆσθαι τὰς τέτταρας ἀρχάς τε καὶ δυνάμεις, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, γῆν ὕδωρ ἀέρα καὶ πῦρ· εἰς γὰρ ταύτας ἕκαστον τῶν γενομένων φασὶν ἀναλύεσθαι δεόντως.
καθάπερ γὰρ ὀνόματα καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, καθ’ ὡρισμένας περιόδους καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί.
τὰ μὲν σωματικὰ ταῦτα, τὸ δὲ νοερὸν καὶ οὐράνιον τῆς ψυχῆς γένος πρὸς αἰθέρα τὸν καθαρώτατον ὡς πατέρα ἀφίξεται. πέμπτη γάρ, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστω τις οὐσία κυκλοφορητική, τῶν τεττάρων κατὰ τὸ κρεῖττον διαφέρουσα, ἐξ ἧς οἵ τε ἀστέρες καὶ ὁ σύμπας οὐρανὸς ἔδοξε γεγενῆσθαι, ἧς κατ’ ἀκόλουθον θετέον καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀπόσπασμα.
τὸ δὲ „μετ’ εἰρήνης τραφεὶς“ οὐκ ἀπὸ σκοποῦ [*](1 ωμβησεν Pap 1. 2 μεταναστάντος ΗΡ 2 κατωρυγμένους codd. 3 ως Pap G (Turn.): ὡς τοὺς ceteri φησιν G 4 την γαρ των Pap: τῶν γὰρ codd. απαντων γενεσιν Pap: ἁπάντων τῶν φύσιν ΑΒ, ἑπομένων ἁπάντων ΗΡ, ἁπάντων G 5 νομιζουσιν Pap ὁ τούτων om. G 6. 7 παραδειγμάτων Β 8 τέσσαρας ABGH, δ΄ Ρ 9 ante ἀέρα add. καὶ GHP 10 γεννωμένων ΑΒ 11 συνεστηκεν Pap 12 εκεινων Pap 13 συγκριθεις Pap (Mang): συγκραθεὶς codd. τεσσάρων codd. 13. 14 δανεισάμενος post οὐσίας transpos. AB 14 ἀφ᾿] ἐφ᾿ G ἑκατέρου ΗΡ, ἑκάστου Turn. 15 ἐκτείνει GHP μέντοι ΒΗ εἴη scripsi: εἶ G (Pap?), ἦ ceteri 16 εἰ δὲ ἔνθερμον, πυρί post ὕδατι transpos. codd. ψυχρόν] ἐμψυχρὸν G 17 μὲν] μὲν οὖν Α σωματα Pap τοιαῦτα ΑΒ, ταύτῃ coni. Mang. 18 ὠς πρὸς πατέρα codd. 18. 19 ὡς τῶν ἀρχαίων ὁ λόγος ΑΒ 19 λόγον Ρ ἔστι conicio κυκλοφορική ΑΒG (coni. Mang.) τεσσάρων codd. 21 κατ᾿ ABGH1P, κατα Pap: κατὰ τὸ Η2) [*](13 sqq. cf. Platonis Timaeum p. 42 E. 19 cf. Aristotelem (Zeller II 2 p. 434 sqq.).)