Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
παγκάλως οὖν ὁ τῶν τῆς φύσεως ἑρμηνεὺς πραγμάτων, τῆς ἀργίας καὶ ἀμελετησίας ἡμῶν λαμβάνων οἶκτον ἑκάστοτ’ ἀφθόνως ἀναδιδάσκει, καθὰ καὶ | νῦν, τὴν ἀντιπρόσωπον ἑκάστων θέσιν οὐχ ὁλοκλήρων, ἀλλὰ τμημάτων ὑπαρχόντων· ἓν γὰρ τὸ ἐξ ἀμφοῖν τῶν ἐναντίων, οὗ τμηθέντος γνώριμα τὰ ἐναντία.
οὐ τοῦτ’ ἐστίν, ὅ φασιν Ἕλληνες τὸν μέγαν καὶ ἀοίδιμον παρ’ αὐτοῖς Ἡράκλειτον κεφάλαιον τῆς αὑτοῦ προστησάμενον φιλοσοφίας αὐχεῖν ὡς ἐφ’ εὑρέσει καινῇ; παλαιὸν γὰρ εὕρεμα Μωυσέως ἐστὶ τὸ ἐκ τοῦ αὐτοῦ τὰ ἐναντία τμημάτων λόγον ἔχοντα ἀποτελεῖσθαι, καθάπερ ἐναργῶς ἐδείχθη.
Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα [*](1. 2 κα(ταλημπτα) ακαταλημπτα Pap 3 δεξιὰν ευωνυμαν Pap δικαιότης ΑΒ 4 φρόνησις—κακία om. AB 5 πάντα—ἑτέρας om. L εἴδη πάντα v πᾶσιν Pap 9 πολύγονα Pap ὠοτόκα ζωοτόκα om. G, ζωοτόκα om. Β 9. 10 μαλακὰ codd. 12 εὐφυία ἀφυία Pap AG: ἀφυία εὐφυία ΗP, εὐφυία Β γέρας Pap 12. 13 δύναμις ἀδυναμία codd. 13 δ’ εἰ Pap 14 ἀπἐρατ’ Scheil, απορατ Pap: ἀπέραστα G, ἀπέραντα ceteri ὁ om. Pap τῶν om. H1P1 15 ἑρμηνευτὴς codd. πραγμάτων Pap (Mang): γραμμάτων codd. ἡμῶν om. AB 16 ἑκάστοτ’ scripsi: ἕκαστον codd. ἀφθόνως scripsi: αφονως Pap, ἀφανῶς codd., ἐμφανῶς coni. Mang. 18 [τῶν] τὸ P γνώρισμα 19 οὗτός ἐστιν ὃν ΑΒ 20 αὑτοῦ Η2: αὐτοῦ ceteri (Pap?) προιστάμενον P(H1) 21 ἐφ’] ἐν ΑΒ κενὴ GHP εὕρημα conicio (Pap?) ωυσεως Pap: Μωσέως ΑΒGP, Μωσέος Η 22 τοῦ] τούτου Pap 23 ἐναργῶς ἐδείχθη Pap: ὄναρ ἐδείχθη GHP1, ὖν παρεδείχθη ΑΒP2 24 alt. καὶ om. Pap 25 ησυχαθηναι Pap 25. 49,1 δίχα διαιρεθέντων scripsi: διχα αἱρεθέντων Pap, διαιρεθέντων codd.)
τὸ παραπλήσιόν μοι δοκεῖ σαφέστατα μεμηνῦσθαι καὶ ἐπὶ τῆς ἱερᾶς λυχνίας· δεδημιούργηται γὰρ ἓξ καλαμίσκους ἔχουσα, τρεῖς ἑκατέρωθεν, ἑβδόμη δὲ αὐτὴ μέση, διαιροῦσα καὶ διακρίνουσα τὰς τριάδας. τορευτὴ γάρ ἐστι, τεχνικὸν καὶ δόκιμον θεῖον ἔργον, ἐξ ἑνὸς χρυσίου καθαροῦ (Exod. 25, 30. 38, 13. 14)· τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄντως ἑβδομάδα τὴν ἀμήτορα γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησάμενον ὕλῃ τὸ παράπαν.