Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

εἰκότως οὖν ἐρεῖ Μωυσῆς· „ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττώσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου“ (Exod. 30, 15), ὅπερ ἐστίν, ὡς ἔφην, δραχμή τε καὶ μονάς· ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ ποιητικὸν ἐκεῖνο

  • ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι.
  • [*](1 νουθεσίας Α (coni. Τurn.), νοῦ θείαις conicio περιόδους Pap, προόδοις coni. Mang. δὲ] τῶν δὲ Pap 2 τῶν] τὸν Β, τὸν τῶν P ὁλκὸν καὶ προτεινόντων Pap: προτεινάντων codd. 3 τοῦτον τὸν τρόπον Pap: τούτω τῶ τρόπω codd. καὶ τῶ διδαγμὸν G διενοήθη H 4 δραγμὴν P1H1 καθιερωνεν (sic) Pap: καθίρωμεν G, καθήρωμεν ΑΒ, καθάρωμεν HP 5 ἀψευδῶς om. codd. 7 εστιν Pap εγλυει Pap 7. 8 τὸ δ’—ἀνελευθέρῳ om. Pap 8 καταλείπωμεν v 9 μου τὸν κύριον codd. alt. τὸν] τὸν δὲ G 11 τὰ κακὰ GHP: τὰ κὰτ Pap, κακὰ AB ἔκγονα ABG 12 ἄκληρον om. G 13 διδράγμου Η1P1 την ἐνάντιον ανατεθει)μενηι Pap, τόν ἐναντίον τῇ ἀνατ. conicio 14 οὔτ’ ΑΒ 16 αὑτῶν P, αὐτῶν Η1 πυκνωθείη Pap: πυκνῶ πυκνωθεὶς P2) εἴη P1H1, πυκνωθέν εἴη GH2, πυκνωθεὶς εἴη τις ΑΒ 17 γάρ ἐστι καὶ codd. τά πάντα codd. 17.18 ὁ διείρας καὶ συνυφάνας AB 18 κύριός ΑΒ 19 τὸ] του Pap Μωσῆς GHP 21 διδράγμου Η1P ἔφη ΑΒ 22 πᾶς ἀνάριθμος HP1 ἂν om. AB 23 λήξω, ἐκ σέο codd.) [*](23 Hom. Il. I 97.)
    v.3.p.44

    λήγει τε γὰρ ἀναλυόμενος ὁ κατὰ σύνθεσιν ἀπειράκις ἄπειρος ἀριθμὸς εἰς μονάδα, ἄρχεταί τε αὖ πάλιν ἀπὸ μονάδος εἰς ἀπερίγραφον συντιθέμενος πλῆθος. διόπερ οὐδ’ ἀριθμόν, ἀλλὰ στοιχεῖον καὶ ἀρχὴν ἀριθμοῦ ταύτην ἔφασαν, οἷς ζητεῖν ἐπιμελές.

    ἔτι τοίνυν τὴν οὐράνιον τροφὴν — σοφία δέ ἐστιν — τῆς ψυχῆς, ἣν καλεῖ μάννα, διανέμει πᾶσι τοῖς χρησομένοις θεῖος λόγος ἐξ ἴσου, πεφροντικὼς διαφερόντως ἰσότητος. μαρτυρεῖ δὲ Μωυσῆς λέγων· „οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν“ (Exod. 16, 18), ἡνίκα τῷ τῆς ἀναλογίας ἐχρήσαντο θαυμαστῷ καὶ περιμαχήτῳ μέτρῳ· δι’ οὗ συνέβη μαθεῖν, ὅτι ἕκαστος „εἰς τοὺς καθήκοντας“ (Exod. 16, 16) παρ’ ἑαυτῷ συνέλεξεν οὐκ ἀνθρώπους μᾶλλον ἢ λογισμοὺς καὶ τρόπους· ὃ γὰρ ἐπέβαλεν ἑκάστῳ, τοῦτ’ ἀπεκληρώθη προνοητικῶς, ὡς μήθ’ ὑστερῆσαι μήτ’

    αὖ περιττεῦσαι. τὸ δὲ παραπλήσιον τῆς κατ’ ἀναλογίαν ἰσότητος ἔστιν εὑρεῖν καὶ ἐπὶ τοῦ λεγομένου Πάσχα. Πάσχα δέ ἐστιν, ὅταν ἡ ψυχὴ τὸ μὲν ἄλογον πάθος ἀπομαθεῖν μελετᾷ, τὴν δ’ εὔλογον εὐπάθειαν ἑκουσίως πάσχῃ· διείρηται γάρ, „ἐὰν ὀλίγοι ὦσιν οἱ ἐν τῇ