Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καὶ γὰρ ἡ ψυχή, τὸ κήρινον, ὡς εἶπέ τις τῶν ἀρχαίων, ἐκμαγεῖον, σκληρὰ μὲν οὖσα καὶ ἀντίτυπος ἀπωθεῖ καὶ ἀποσείεται τοὺς ἐπιφερομένους χαρακτῆρας καὶ ἀσχημάτιστος ἐξ ἀνάγκης διαμένει, πειθήνιος δ’ ὑπάρχουσα καὶ μετρίως ὑπείκουσα βαθεῖς τοὺς τύπους δέχεται καὶ ἀναμαξαμένη τὰς σφραγῖδας ἄκρως διαφυλάττει τὰ ἐνσημανθέντα [*](1 εξ εφ’ Pap: ὁ ἐξ ἐφ’ G, ἐξ ceteri φυλάρχους ΑΒ, om. Pap 2 ταῖς addidi εὐλογίας GBHP αι Pap: om. codd. 4 οφελουσιν ἔπι Pap 4. 5 φεύγειν per errorem Mang. 5 τὸ κακὸν Pap: κακὸν codd. N τῶ Pap AHPN: τὸ B, καὶ τό G τὰ ἀγαθὸν (sic) Pap: ἀγαθὸν codd. N, ἑλέσθαι ἀγαθὸν transp. N 6 ταυτὸ G νενόμισται codd. N 7 δυεῖν Pap G: δυοῖν ceteri ἀπόκρισις L 8 καὶ—κλήρῳ om. Pap λόγω Pap δυεῖν Pap G: δυοῖν ceteri 9 τῶ θεῶ B 12 διῴκισται Pap: διώκεται codd. ἀπελήλασται Pap 13 γε] τὲ ΑΒ 14 ὁ ABH2: om. Pap GH1P πάντ’ om. codd. 15 μοιρασίας G καὶ δόκιμα post ἐραστῇ transpos. codd. 16 δ’ ΑΒ 17 φησιν Pap Β δ’ Pap N 18 καὶ γὰρ ἡ Cohn: ὡς γὰρ ἡ Pap, ἡ γάρ codd. N κήρινον Pap (Mang.): καίριον codd. N 19 οὖσαν Pap ἀντωθεῖ codd. N, ἀπωθεῖται conicio 20 post ἐπιφερομένους add. δέ G διαμένει ἐξ ἀνάγκης N διαβαίνει ΑΒ 21 δὲ ABN 22 ἄκρως Pap: ἀκριβῶς codd. N) [*](3 — ὁ ὁμοίως—νενόμισται N fol. 166r. 16—42,1 ἐγένετο—εἴδη N fol, 18 Platonis Theaet. p. 191 C.)

v.3.p.42

ἀνεξάλειπτα εἴδη. θαυμαστὴ μέντοι καὶ ἡ τοῦ τῶν θυσιῶν αἵματος ἴση διανομή, ἣν ὁ ἀρχιερεὺς Μωυσῆς φύσει διδασκάλῳ χρησάμενος διένειμε. „λαβὼν“ γάρ φησι „τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ προσέχεε πρὸς τὸ θυσιαστήριον“ (Exod. 24, 6), ὅπως ἀναδιδάξῃ, ὅτι τὸ σοφίας ἱερὸν γένος διττόν ἐστι, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον·

καὶ τὸ μὲν θεῖον ἀμιγὲς καὶ ἄκρατον, οὗ ἕνεκα τῷ ἀμιγεῖ καὶ ἀκράτῳ καὶ κατὰ τὴν μόνωσιν μονάδι ὄντι σπένδεται θεῷ, τὸ δὲ ἀνθρώπινον μικτὸν καὶ κεκραμένον, ὃ τοῦ μικτοῦ καὶ συνθέτου καὶ κεκραμένου γένους κατασκεδάννυται ἡμῶν, ὁμόνοιαν καὶ κοινωνίαν καὶ τί γὰρ ἄλλο ἢ κρᾶσιν μερῶν τε καὶ ἠθῶν ἐργασόμενον.

ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ’ οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται· τὸ δ’ αὖ μικτὸν γένος τὸ αἰσθήσεών ἐστιν, ᾧ κρατῆρας οἰκείους ἡ φύσις ἐδημιούργησε.