Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἡ δ’ ἑτέρα πεντάς ἐστιν ἀπαγόρευσις μοιχείας, ἀνδροφονίας, κλοπῆς, ψευδομαρτυρίας, ἐπιθυμίας. οὗτοι γενικοὶ σχεδὸν πάντων ἁμαρτημάτων εἰσὶ κανόνες, ἐφ’

οὓς ἕκαστον ἀναφέρεσθαι τῶν ἐν εἴδει συμβέβηκεν. ἀλλὰ καὶ τὰς ἐνδελεχεῖς θυσίας ὁρᾷς εἰς ἴσα διῃρημένας, ἥν τε ὑπὲρ ἑαυτῶν οἱ ἱερεῖς προσφέρουσι τῆς σεμιδάλεως καὶ τὴν ὑπὲρ τοῦ ἔθνους τῶν δυεῖν ἀμνῶν, οὓς ἀναφέρειν διείρηται. πρωὶ γὰρ τὰ ἡμίση τῶν λεχθέντων καὶ τὰ ἕτερα δειλινῆς ἐκέλευσεν ἱερουργεῖν ὁ νόμος (Lev. 6,20. Exod. 29, 38. 39), ἵνα καὶ ὑπὲρ τῶν μεθ’ ἡμέραν καὶ ὑπὲρ τῶν νύκτωρ ἀρδομένων ἅπασιν ἀγαθῶν ὁ θεὸς εὐχαριστῆται.

ὁρᾷς καὶ τοὺς προτιθεμένους ἄρτους ἐπὶ τῆς ἱερᾶς τραπέζης, ὡς εἰς ἴσα μέρη διανεμηθέντες οἱ δώδεκα ἀριθμῷ καθ’ ἑξάδα τίθενται (Lev. 24,6) μνημεῖα τῶν ἰσαρίθμων φυλῶν, ὧν τὴν ἡμίσειαν ἡ ἀρετὴ Λεία κεκλήρωται ἓξ τεκοῦσα φυλάρχας, τὴν δ’ ἑτέραν ἡμίσειαν οἵ τε Ῥαχὴλ καὶ οἱ τῶν παλλακῶν νόθοι.

ὁρᾷς καὶ τοὺς ἐπὶ τοῦ ποδήρους δύο λίθους τῆς σμαράγδου πρός τε τοῖς δεξιοῖς καὶ πρὸς τοῖς εὐωνύμοις ἰσότητι διῃρημένους, οἷς καθ’ ἑξάδα ἐγγέγλυπται τὰ τῶν δώδεκα φυλαρχῶν ὀνόματα, θεῖα γράμματα ἐστηλιτευμένα, θείων φύσεων ὑπομνήματα (Exod. 28, 9—12). τί δ’;