Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἰδέαις καταχρησαμένου τοῦ πεποιηκότος. „κατὰ γὰρ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν,“ ὥς φησι Μωυσῆς, ἔκρινε (Deut. 1, 17) γεννῶν καὶ σχηματίζων ἕκαστα, μήτε δι’ ἀφάνειαν ὕλης ὑφελών τι τοῦ τεχνικοῦ μήτε διὰ λαμπρότητα προσθείς·

ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι.

τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ ἐν ἱεραῖς γραφαῖς λέγεται· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα.

ἐπῄνεσε δὲ ὁ θεὸς οὐ τὴν [*](1 αἰετῶι Pap μυρμικα Pap 2 ψυχῆι Pap πάθη Pap: πάλιν codd. τε] τε εἶναι ΑΒ 2.3 δὲ καὶ Pap: δὲ codd. 3 οσα Pap: ὅσα ἡ codd. χώρει Pap: χειρὶ GHP1, ἔχει δὴ ABP2 τὰ πάντα codd. 4 αναλογια Pap ὁ κατιδόντες ἑκάτερον ὡς ἐκ ΑΒ τοῦ σώματος H1P 7 λογικοῦ P τόν videtur omisisse Pap 8 ἔφασαν, μέγαν δ’ ἄνθρωπον transpos. ΑΒ ταῦτ’ AB δὲ Pap, om. ΑΒ 10 ανεσιν Pap (Turn.): ἀνάτασιν APH, ἀνάστασιν BG 11 δὲ] δὴ Pap 12 πρός] προ Pap 14 κατὰ om. ΑΒ Μωσῆς ABG 15 σχημάτων G ὑφελόντι Α1 16 τεχνίτου Β μήτε Pap H2: καὶ μήτε ceteri καὶ om. V 18 ἐπαινετῶς Pap, mg. P: πολυτελῶς ceteri 19 εὐτελεστάταις L2 in mg. οὐσίαις] ὕλαις coni. Mang. 20 βουληθεντες Pap (Mang.): βουληθέντας codd. 21 ἐπανορθῶσαι conicio 22 αὐτῆς] αὐτοῦ v 23 τὰ Pap v: om. codd. ὅσα] ἃ G ἐποίησε HP 24 καλα λειαν Pap: ἀγαθὰ πάντα ΑΒ, ἀγαθὰ σφόδρα GHP τοῦ om. GHP 25 επηινεσεν Pap οὐ om. GHP)

v.3.p.37
δημιουργηθεῖσαν ὕλην, τὴν ἄψυχον καὶ πλημμελῆ καὶ διαλυτήν, ἔτι δὲ φθαρτὴν ἐξ ἑαυτῆς ἀνώμαλόν τε καὶ ἄνισον, ἀλλὰ τὰ ἑαυτοῦ τεχνικὰ ἔργα κατὰ μίαν ἴσην καὶ ὁμαλὴν δύναμιν καὶ ἐπιστήμην ὁμοίαν καὶ τὴν αὐτὴν ἀποτελεσθέντα. παρὸ καὶ τοῖς τῆς ἀναλογίας κανόσιν ἴσα καὶ ὅμοια πάντα πᾶσιν ἐνομίσθη κατὰ τὸν τῆς τέχνης καὶ ἐπιστήμης λόγον.