Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.

τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ; ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.

τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν [*](1 ἀνδράσιν OAB εστι Pap, εἰσίν D δὲ codd. D 2 ἔνεισιν] εἰσίν D post ἔξωθεν add. τῶν OAB 3 ἠρέμιον G ἀνάγων OAB, ἀναγαγὼν G 4 ἑαυτὸν ἀποτείνῃ ante πρὸς transpos. codd. 4. 5 κατὰ—προσοχῆς om. Pap 5 Μωσέως codd. ἀκροᾶσθαι Pap ὁ ἑταίρων Pap, ἑτέρων L δὲ codd. ἴσχυσαι Pap: ἰσχύσει Η2, ἰσχύσῃ ceteri 7 δὲ Pap G: δ’ ceteri φιλοδεσπόταις G 8 κτῆμα om. Η ουν Pap ἐξαγ(ωγῇ) Pap (cf. tabulam phototypicam apud Scheilium, qui non recte legit εξαρω): ἐξόδω codd. 9 ὑμῶν Pap PH1: ἡμῶν ceteri σιωπήσεσθε Pap 10 εἶπεν Pap Μωσῆν GHP βόα Pap 12 ἐρῶντι coni. Mang. θείω Pap (idem ipse conieceram): θεῶ codd. συνηρεμουντα Pap, συνηρεμοῦντας coni. Cohn 15 ψύχης Pap: φωνῆς codd. 16 οὐδεὶς L1 ἀγέννητος codd. (Pap?) μόνον O) [*](10 Origenis fragm. ex codice affert Mang.: καὶ Μωυσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ θεὸς ἔφη· τί βοᾷς πρὸς μέ, Orig. Hom. in Exod. V4 p. 146: quomodo clamat? nulla eius vox clamoris auditur, et tamen dicit ad eum deus: quid clamas ad me? velim scire, quomodo sancti sine voce clamant ad deum . . . per silentium sanctorum clamor auditur. Comment. in loann. VI 10 p. 119: ἐὰν 51 μὴ μὴν conicio) παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἄν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγήν, ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· „τί βοᾶς πρὸς μέ“; οὐκ αἰσθητῶς βεβοηκότα — οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ μεγάλως δὲ τὴν ἀκουομένην μόνω θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. cf. Theodoretum in psalm. 5,2 (p. 635).)

v.3.p.5
ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος — πάντα γὰρ γνώριμα θεῷ — „τί βοᾷς πρὸς μέ“; καθ’ ἱκεσίαν κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;

λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ.