Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
δεῖγμα ἐναργέστατον· „ἔλαβεν δὲ“ φησίν „αὐτῷ πάντα ταῦτα“ (Gen. 15, 10). τοῦτ’ ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος.
εἶτ’ ἐπιλέγει· „διεῖλεν αὐτὰ μέσα,“ τὸ τίς μὴ προστιθείς, ἵνα τὸν ἄδεικτον ἐννοῇς θεὸν τέμνοντα τὰς τῶν σωμάτων καὶ τὰς τῶν πραγμάτων ἑξῆς ἁπάσας ἡρμόσθαι καὶ ἡνῶσθαι δοκούσας φύσεις τῷ τομεῖ τῶν συμπάντων ἑαυτοῦ λόγῳ, ὃς εἰς τὴν ὀξυτάτην ἀκονηθεὶς ἀκμὴν διαιρῶν οὐδέποτε λήγει.
τὰ γὰρ αἰσθητὰ πάντα ἐπειδὰν μέχρι τῶν ἀτόμων καὶ λεγομένων ἀμερῶν διεξέλθῃ, πάλιν ἀπὸ τούτων τὰ λόγῳ θεωρητὰ εἰς ἀμυθήτους καὶ [*](1 και Pap: τε καὶ codd. 3 ἄνω πηδᾶν Pap ΑΒ: ἀναπηδᾶν GHP δὲ Pap, om. GPH1 4 γένους εἶδος ABG, fort. recte μὲν Pap GH2: om. ABH1P 5 εστιν Pap ἀγαπῶσαν Pap ὁ δὲ καὶ GHP: καὶ Pap AB τιθασσὸς ABG 8 ἐνασμενίζουσα coni. Mang. ἀπεικάζουσιν Pap: ἀπεικάζουσι ABG, ἀπεικάζουσα HP 9 Μωσῆς codd. ὀνομάσαι HP, ωνομασαι Pap: ὠνόμασε AB, ὠνόμασεν G 10 ἐρυθρὰ ΑΒ 11 ἐρμηνεύεται] ὀνομάζεται AB ἀεὶ codd. 13 ων το Pap: ὥστε codd. δεῖγμα ἄξιον HP post δεῖγμα add. δὲ ΑΒ, fort. recte ἔλαβεν δὲ Pap: ἔλαβε δέ HP, ἔλαβε ABG 14 πάντα ταῦτα Pap G: ταῦτα πάντα ceteri 17 φυλάξοντος Pap 18 μεσοτηι τις Pap μὴ Pap ΑΒ: οὐ GH2, om H1P προστίθεις Pap: προσθεὶς codd. αδεικτον Pap (Mang): ἀδίδακτον oodd. ἐννοῇ G 19 prius των Pap: τε τῶν codd. καὶ—πραγμάτων om. Β τὰς τῶν Pap: τῶν codd. 20 τῶ τεκεῖ τ τῶ G ἑαυτοῦ Pap: αὖ Η, αὐτοῦ ceteri, αὐτῷ Turn. λόγων Β 21 δικαιων Pap γὰρ Pap: om. codd. et post πάντα punctum posuerunt 22 μέχρι codd.: μὲν μεχρι Pap, δὲ μέχρι Mang. „ex Ms. Coisl.“, δ’ ἄχρι Jessen)
ἕκαστον οὖν τῶν τριῶν διεῖλε μέσον, τὴν μὲν ψυχὴν εἰς λογικὸν καὶ ἄλογον, τὸν δὲ λόγον εἰς ἀληθές τε καὶ ψεῦδος, τὴν δὲ αἴσθησιν εἰς καταληπτικὴν φαντασίαν καὶ ἀκατάληπτον· ἅπερ εὐθὺς τμήματα „ἀντιπρόσωπα τίθησιν ἀλλήλοις“, λογικὸν ἄλογον, ἀληθὲς ψεῦδος, καταληπτὸν ἀκατάληπτον, ἀπολιπὼν τὰ πτηνὰ ἀδιαίρετα (Gen. 15, 10)· τὰς γὰρ ἀσωμάτους καὶ θείας ἐπιστήμας εἰς μαχομένας ἐναντιότητας ἀδύνατον τέμνεσθαι.