De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τελείας δὲ ψυχῆς ἐστι καὶ τοῦ εἶναι καὶ τοῦ δοκεῖν εἶναι μεταποιεῖσθαι, καὶ σπουδάζειν μὴ μόνον παρὰ τῇ ἀνδρωνίτιδι εὐδοκιμεῖν, ἀλλὰ καὶ πρὸς τῆς γυναικωνίτιδος ἑστίας ἐπαινεῖσθαι.
διὸ καὶ Μωυσῆς τὴν τῶν ἱερῶν ἔργων κατασκευὴν οὐ μόνον ἀνδράσιν ἀλλὰ καὶ γυναιξὶν ἐπέτρεψε ποιεῖσθαι· τά τε γὰρ νήματα πάντα τῆς ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ τριχῶν αἰγείων ἐπιτελοῦσι (Exod. 35, 25. 26), καὶ τὸν ἑαυτῶν κόσμον ἀόκνως εἰσφέρουσι, „σφραγῖδας, ἐνώτια, δακτυλίους, περιδέξια, ἐμπλόκια“ (Exod. 35, 22), πάνθ’ ὅσα χρυσὸν εἶχε τὴν ὕλην,
τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων.
ἀλλ’ αὗται μὲν ἀσταί τε καὶ ἀστεῖαι γυναῖκες [αἰσθήσεις] ὡς ἀληθῶς, παρ’ αἷς ἡ ἀρετὴ Λεία τετιμῆσθαι βούλεται, αἱ δὲ προσαναφλέγουσαι τὸ πῦρ ἐπὶ τὸν ἄθλιον νοῦν ἀπόλιδες· λέγεται γὰρ ὅτι καὶ „γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“ (Num. 21,30).
ἀλλ’ οὐχ ἑκάστη τῶν τοῦ ἄφρονος αἰσθήσεων ἐξαπτομένη πρὸς τῶν αἰσθητῶν ἐμπίπρησι τὸν νοῦν, πολλὴν [*](1 ἄκα Η2: om. ceteri νόμου M φασί Α 4 ἀδεκάστως conicio 5 τέτμηται L 6 #x003C;λόγῳ#x003Ε; θεωρητὸν conicio 8 παρά om. HP περὶ τὴν ἀνδρωνίτιδα Α 9 Mωσῆς codd. 15 ἰὸν MA: τοῦ HP ἀντικαταλλαττόμεναι MA: ἀνταλλαττόμεναι HP 17 λουτροῦ HP ἵν᾿] ἤν Α 17. 18 χεῖρας καὶ πόδας ἀπονιπτόμενοι Η 19 ἐνοπτρίζονται Α, ἐνοπτρίζηται H1P 20 ἕδει coni. Mang. 21. 22 ἀναθήσουσιν om. Α 22. 23 ἀλλάττεται, spat., καὶ ἀστεῖαι Α 23 ἀσταί] post τ in ras. H, ἀστατοί P (sed ο in ras.) αἰσθήσεις secl. Maug. 24 Λεία HP: λίαν MA 25 ἀπόλιδες om. Α προσέκαυσαν HP 25. 26 πῦρ τοῦτο ἐπὶ Α 26 μωαβαλζαάλ· οὐχ ἑκάστη A ἀλλ’ οὐχ Mang. (cf. Α): ἀλλ’ οὐδ’ MP(H1?), ἀλλὰ καὶ H2, ἀρ᾿ οὐχ conicio 27 τὸν αἰσθητὸν Α ἐμπίπρησι H: ἐμπίμπρησι MAP τὸν om. Α πολὺν Α)