De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Τίς οὖν ἡ τετάρτη δωρεά; τὸ μεγαλώνυμον· φησὶ γάρ· „μεγαλυνῶ τὸ ὄνομά σου“ (Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται, τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί.
καὶ μὴν οὐδὲ τοῦ δοκεῖν ὄφελος μὴ πολὺ πρότερον τοῦ εἶναι προσόντος, ὥσπερ ἐπὶ σωμάτων πέφυκεν ἔχειν· εἰ γὰρ πάντες ἄνθρωποι τὸν νοσοῦντα ὑγιαίνειν ἢ τὸν ὑγιαίνοντα νοσεῖν ὑπολάβοιεν, ἡ δόξα καθ’ αὑτὴν οὔτε νόσον οὔτε ὑγείαν ἐργάσεται.
ᾧ δὲ ἀμφότερα δεδώρηται ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας. περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ ἀμελῶς φυλάττουσιν.
εἰσὶ γάρ τινες οἳ τοὺς ῥητοὺς νόμους σύμβολα νοητῶν πραγμάτων ὑπολαμβάνοντες τὰ μὲν ἄγαν ἠκρίβωσαν, τῶν δὲ ῥᾳθύμως ὠλιγώρησαν· οὓς μεμψαίμην ἂν ἔγωγε τῆς εὐχερείας· ἔδει γὰρ ἀμφοτέρων ἐπιμεληθῆναι, ζητήσεώς τε τῶν ἀφανῶν ἀκριβεστέρας καὶ [*](2 τῇ om. Α ἀτέχνῳ conicio 4 ἴσον τῶ (corr. ex τὸ) H: εἰς ὃν τὸ MAP σοφίαν Α 4. 5 σοφιστείας P 7 Μωσεῖ codd. 8 κραταιοτέρᾳ coni. Mang. 10 γέ μοι MA 12 ἄμεινον (sic!) ex corr. Α 14 ἐναγασάμενοι Η2 παρὰ] περὶ H 16 καὶ MA : οὐ HP τοῦ M: τὸ AHP 17 εἰ] οἱ Α 20 καλὸν καὶ ἀγαθὸν Α 22 ὠφελοῦντας A 23 πραγίνεται H 27 ῥαθύμων Α 28 ἀκριβεστάτης conicio 28. 286,1 καὶ ταμιείας Mang. : καὶ ταμίας HP1, κατὰ μιᾶς M, κατὰ μίαν AP2) [*](10 qq. Teletis reliquiae ed. Ηense p. 1. 2.)
νυνὶ δ’ ὥσπερ ἐν ἐρημίᾳ καθ’ ἑαυτοὺς μόνοι ζῶντες ἢ ἀσώματοι ψυχαὶ γεγονότες καὶ μήτε πόλιν μήτε κώμην μήτ’ οἰκίαν μήτε συνόλως θίασον ἀνθρώπων εἰδότες, τὰ δοκοῦντα τοῖς πολλοῖς ὑπερκύψαντες τὴν ἀλήθειαν γυμνὴν αὐτὴν ἐφ’ ἑαυτῆς ἐρευνῶσιν· οὓς ὁ ἱερὸς λόγος διδάσκει χρηστῆς ὑπολήψεως πεφροντικέναι καὶ μηδὲν τῶν ἐν τοῖς ἔθεσι λύειν, ἃ θεσπέσιοι καὶ μείζους ἄνδρες ἢ καθ’ ἡμᾶς ὥρισαν.