De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν.
θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν.
ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς [*](1 Ἀβραὰμ AH Mωσεῖ]AHP, Μώση M 7 alterum ἕτερος HP: om. MA 8 ἀσκητὴς A 9 κτιστά. κτἰσασθαιΑ τὰ scripsi: τὰς codd., τῆς v 11 ἔστι δ’ scripsi : ἐπὶ codd., εἴη δ’ v αὐτὸ μόνον Cohn: αὐτῶ μόνω codd., ἄν μόνῳ v καθαρωτάτῳ] ὁρατικωτάτῳ coni. Mang. καὶ ὀξυωπεστάτῳ om. Α 10 ἀμείνω Α 14 λογικῶς M, λογικός Α 15 τοῦ om. Α 19 ἀδιαφόρου A) [*](15 sqq. Clemens, Strom. VI §34 p. 756 P: θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν..... „φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε καὶ ὁμοίωμα οὐκ ετῃετε„. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημ̔ ἱστὸς, ἡ τοῦ λόγου δύνμις ῥῆμα κυρίου φωτεινὸν .... Origenes Contra Celsum VI 62 p. 680: ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἥ πληγὴ ἀέρος . . . ἄλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ, ὡς θεοῦ φωνή, ὁρᾶσθαι λέγεται ὑπὸ τ(υ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ Seou"’ ... cf. II 72 p. 441.)
προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι.
καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα.