De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
λογιεῖσθε γὰρ ὅτι, ὡς ἐν ὑμῖν ἐστι νοῦς, καὶ τῷ παντί ἐστι, καὶ ὡς ὁ ὑμέτερος ἀρχὴν καὶ δεσποτείαν τῶν περὶ ὑμᾶς ἀναψάμενος ἕκαστον τῶν μερῶν ὑπήκοον ἀπέφηνεν ἑαυτῷ, οὕτω καὶ ὁ τοῦ παντὸς τὴν ἡγεμονίαν περιβεβλημένος αὐτοκράτορι νόμῳ καὶ δίκῃ τὸν κόσμον ἡνιοχεῖ προμηθούμενος οὐ τῶν ἀξιονικοτέρων αὐτὸ μόνον ἀλλὰ καὶ τῶν ἀφανεστέρων
εἶναι δοκούντων. μεταναστάντες οὖν ἀπὸ τῆς κατ’ οὐρανὸν περιεργίας ἑαυτούς, ὅπερ εἶπον, οἰκήσατε, τὴν μὲν Χαλδαίων γῆν, δόξαν, καταλιπόντες, μετοικισάμενοι δὲ εἰς Χαρράν, τὸ τῆς αἰσθήσεως χωρίον, [*](3 αἷς Η2: ἐς ceteri εἰς] εἰς τὴν Α 4 post ἀλήθειαν add. δὲ 2 5 λέγεται L (sed in mg. γρ. λέλεκται) ὧδε H2: ὅδε MH1P ὁ δὲ A post ἐγὼ add. κἀκεῖθι Mang. 6 ὁ ἀόρατος P 7 τοῦ παντὸς transpos. H 9 χαλδαΐζειν P 12 ἐπινήχεσθαι Α 13 ἄλλων MA: λοιπῶν HP 22 λογιεῖσθαι Α 23 ὅτι om. HP ἡμῖν (η Η2 in ras.) ἔνεστι H(P1) έστιν ὁ νοῦς Α prius καὶ] κἀν conicio ἡμέτερος ΑΗ2 24 ἡμᾶς 2 25 ἐν ἑαυτῶ M 27 ἀξιονικωτέρων MA αὐτῶ Α 28. 29 περιεργείας Η 29 οἰκίσατε H1P 30 μετοικισάμενοι M: μετοικησάμενοι AHP)
Χαρρὰν γὰρ ἑρμηνεύεται τρώγλη, τρῶγλαι δὲ σύμβολα αἰσθήσεως ὀπῶν εἰσίν· ὀπὰς γὰρ καὶ φωλεοὺς τρόπον τινὰ ὀφθαλμοὺς μὲν ὁράσεως, ἀκοῆς δὲ ὦτα, ῥῖνας δὲ ὀσμῶν καὶ γεύσεως φάρυγγα καὶ πᾶσαν τὴν σώματος κατασκευὴν ἁφῆς εἶναι συμβέβηκε.
τούτοις οὖν ἔτι διατρίψαντες ἐνηρεμήσατε καὶ σχολάσατε καὶ τὴν ἑκάστου φύσιν ὡς ἔνι μάλιστα ἀκριβώσατε, καὶ τὸ ἐν ἑκάστοις εὖ τε καὶ χεῖρον καταμαθόντες τὸ μὲν φύγετε, τὸ δ’ ἔμπαλιν ἑλέσθε. ἐπειδὰν μέντοι σφόδρα ἀκριβῶς πάντα τὸν ἴδιον διασκέψησθε οἶκον καὶ ὃν ἔχει λόγον ἕκαστον αὐτοῦ τῶν μερῶν αὐγάσησθε, διακινήσαντες αὑτοὺς τὴν ἐνθένδε μετανάστασιν ζητεῖτε, οὐ θάνατον ἀλλ’ ἀθανασίαν καταγγέλλουσαν.
ἧς δείγματα σαφῆ καὶ ἐν τοῖς σωματικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς ἐγκατειλημμένοι φωλεοῖς κατόψεσθε, τοτὲ μὲν ἐν τοῖς βαθέσιν ὕπνοις — ἀναχωρήσας γὰρ ὁ νοῦς καὶ τῶν αἰσθήσεων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ σῶμα ὑπεξελθὼν ἑαυτῷ προσομιλεῖν ἄρχεται ὡς πρὸς κάτοπτρον ἀφορῶν ἀλήθειαν, καὶ ἀπορρυψάμενος πάνθ’ ὅσα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις φαντασιῶν ἀπεμάξατο τὰς περὶ τῶν μελλόντων ἀψευδεστάτας διὰ τῶν ὀνείρων μαντείας ἐνθουσιᾷ —,