De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

„Ἀβραὰμ δὲ ἦν“ φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ — λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις — αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ [*](2 ἐπιζήμιος Η2 5 πιθανῶν Η2 6 τοιοῦτό τι M 8 ἐν τοῖς λεγομένοις ἀγαθοῖς Η2 μέλλεις A 9 μεγίστης Η 10 περιποιητικὰ v 11 βλάβης HP 14 αὐτῶ Α γοῦν] γὰρ Α Ἀβραὰμ HP 22 ἀπείθη MA ὑποστείλεται Α 27 ἔκκλινε Α 28 Ἁβρὰμ HP οε΄ MH 29 ἐν Χαρράν H ε΄ M 30 ο΄ M 30. 31 τοῖς προειρημένοις HP 31 ἀκριβώσομεν HP: ἀκριβώσωμεν MA)

v.2.p.303
ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν.

οὐδένα τοίνυν τῶν ἐντετυχηκότων τοῖς νόμοις ἀγνοεῖν εἰκός, ὅτι πρότερον μὲν ἐκ τῆς Χαλδαϊκῆς ἀναστὰς γῆς Ἀβραὰμ ᾤκησεν εἰς Χαρράν, τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐκεῖθι κἀκ ταύτης μετανίσταται, ὡς δυεῖν ἤδη τόπων ἀπόλειψιν πεποιῆσθαι. τί οὖν λεκτέον;

Χαλδαῖοι τῶν ἄλλων ἀνθρώπων ἐκπεπονηκέναι καὶ διαφερόντως δοκοῦσιν ἀστρονομίαν καὶ γενεθλιαλογικήν, τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων.

οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν· εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες ἀσεβείας πολλῆς κατέπλησαν τὸν ἀνθρώπινον βίον, ἀναδιδάξαντες ὡς δίχα τῶν φαινομένων οὐδενός ἐστιν οὐδὲν αἴτιον τὸ παράπαν, ἀλλ’ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων αἱ περίοδοι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία ἑκάστῳ τῶν ὄντων ἀπονέμουσι.

Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι — γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν —,