De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„ἔτεκον γὰρ υἱόν“, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν (Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου“ (Gen. 21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια.
καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται· „τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου“ φησί [*](5 ἐρευνήσατε καὶ γνῶτε Α 8 γενήσεσθε Α δὴ] ἤδη Α 16 ἀπανθήσαντα L ὃν MA: ὃ HP (ὅπως P) 17 ἡ om. v 18 τοῦ συμβάντος ἀγαθοῦ τὴν ἄγνοιαν HP 19 Ἁβραάμ HP ἀπιστοῦντι Mang. : ἀπειθοῦντι codd. 20 Σάρραν coni. Mang. 21 δέ MA 23 αἱ Αἰγύπτιαι H2 29 ἃ om. H1P1 30 δόντι Mang.: ἰδόντι MAH1P, διδόντι Η2 εὐχαριστεία H 31 φησίν HP)
„διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ — ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων —, ἐκτετμήσεται.
μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν κόπτει“ (Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους, ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον ἄχθος ἀπορρίπτων.
διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν ἀποκλίνουσα.
σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε, τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς ἀλήθειαν βασιλικῇ (Num. 20,17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον.
διὸ καί τινες τῶν τὴν ἥμερον καὶ κοινωνικὴν μετιόντων φιλοσοφίαν μεσότητας τὰς ἀρετὰς εἶπον εἶναι, ἐν μεθορίῳ στήσαντες αὐτάς, ἐπειδὴ τό τε ὑπέραυχον ἀλαζονείας γέμον πολλῆς κακὸν καὶ τὸ ταπεινοῦ καὶ ἀφανοῦς μεταποιεῖσθαι σχήματος εὐεπίβατον, τὸ δὲ μεταξὺ ἀμφοῖν κεκραμένον ἐπιεικῶς ὠφέλιμον.
[*](1 διατηρήσατε MA: καὶ τηρήσατε HP, διατηρήσετε conicio 2 πράξεσι L 4 λαὸν coni. Mang. 5 ἐκ λίθων AP2 ἐκτέτμησαι Α λόχον Α 6 τὸ AH1P: γὰρ τὸ MH2 ἐρρωμενέστατον Η 7 ὡς] εἰς coni. Mang. 8. 9 λογισμοῦ ἀσθένεια HP 9 ὑπὲρ Mang.: ὑπ’ codd. 10 εὐαλώτατος Turn., εὐάλωτος Mang. ὁ] ὧ MA 12 κουφοτάτων Η 13 εὐθυβόλως A 14 Λείαν H: Λεία MAP 16 νενόμικε καὶ οὐδὲ H2: νενόμικεν οὐδέ MAH1P 19. 20 γήινος δεδωκέναι πέφυκεν A 23 εὔρυνεν Cohn, post ηὔρυνεν lacunam statuit Mang. 24 μεσότητα Η 26 τὸ scripsi: τοῦ codd.)Τὸ δὲ „ᾤχετο μετ’ αὐτοῦ Λὼτ“ (Gen. 12, 4) τίνα ἔχει λόγον σκεπτέον. ἔστι μὲν οὖν Λὼτ ἑρμηνευθεὶς ἀπόκλισις· κλίνεται δὲ ὁ νοῦς τοτὲ μὲν τἀγαθόν, τοτὲ δ’ αὖ τὸ κακὸν ἀποστρεφόμενος. ἄμφω δὲ ταῦτα πολλάκις περὶ ἕνα καὶ τὸν αὐτὸν θεωρεῖται· εἰσὶ γάρ τινες ἐνδοιασταὶ καὶ ἐπαμφοτερισταί, πρὸς ἑκάτερον τοῖχον ὥσπερ σκάφος ὑπ’ ἐναντίων πνευμάτων διαφερόμενον ἀποκλίνοντες ἢ καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέποντες, ἐφ’ ἑνὸς στηριχθῆναι βεβαίως ἀδυνατοῦντες, ὧν οὐδὲ τὴν ἐπὶ τὰ ἀμείνω τροπὴν ἐπαινετέον· φορᾷ γάρ, ἀλλ’ οὐ γνώμῃ γίνεται.
τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται, ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ τὴν ἔνθεν ὀλίσθους.
τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι.
τοῦτο γὰρ ἔσθ’ ὃ δυσαπότριπτον ὂν παρέπεται ψυχῇ κωλῦον αὐτὴν πρὸς ἀρετὴν ὠκυδρομεῖν· τοῦθ’, ἡνίκα καὶ τὴν [*](1 ἐν ἄλλοις ἀπ’ ὧδε λόγος δεύτερος περὶ ἀποικίας mg. H μετὰ τοῦ HP 2 ἀποκλίνεται coni. Mang. 3 αὖ τὸ Η: αὐτὸ MAP 6 ὑπὸ HP 7 ἐφ’] ὑφ’ Α 8 ῥοπὴν coni. Mang. 9 θιασώτης Mang. : θεατής codd. 13 κἀκεῖνο P, κἀκείνου Α 13. 14 κατὰ τὴν καταγὴν L) ἔνθεν ὀλίσθους corrupta, κατάγειν ἔνθεν ὄλισθος ν, κατὰ τὴν ὁδὸν ἐμποιεῖν (ἐνθεῖναι Cohn) ὀλίσθους conicio 14 ἐπὶ Mang. : ὑπὸ codd. 19 σλεύη APH1 δ’ εἴδει A (δ’ εἰ in ras.) 20. 21 δυσθεράπευτον coni. Mang. 21 δυσαπότρεπτον coni. Mang. 22 κολῦον M 22. 298,1 καὶ τὴν Αἴγυπτον om. MA) [*](1 sqq. Ambrosius De Ahraham II 2, 6: unde et addidit „et exivit cum eo Lot", hoc est declinatio. id enim nominis significat interpretatio, eo quod, ut viantes incognitam carpentes viam semitis aliquibus saepe falluntur, ut a directo deflectant tramite, et tamen, si prudentes sunt, non deviant, sed cunctabundi licet regionis ipsius contuitu viam colligunt, ita et Abraham nutabundus quidem tamen tramitem veri sequebatur. ducebatur plerumque falsa specie bonorum, sed non penitus inclinabatur. perfecti est enim non deflectere, prudentis non penitus declinare. 6, 25 declinatio enim dicitur Lot . . . . declinat autem quisque aut bonum aut malum.)
λέγεται γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα“ (Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα. παγκάλως δὲ καὶ εὐθυβόλως τὴν τοῦ φαύλου ψυχὴν ἐπίμικτον καλεῖ· συνῃρημένη γὰρ καὶ συμπεφορημένη καὶ μιγὰς ὄντως ἐκ πλειόνων καὶ μαχομένων δοξῶν, μία μὲν οὖσα ἀριθμῷ, μυριὰς δὲ τῷ πολυτρόπῳ.
διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν μόνον ἀφορῶν ἁπλοῦς καὶ ἀμιγὴς καὶ λεῖος ὄντως, ὁ δὲ πολλὰ τέλη τοῦ βίου προτιθέμενος πολὺς καὶ μιγὰς καὶ δασὺς ἀληθείᾳ. οὗ χάριν οἱ χρησμοὶ τὸν μὲν ἀσκητὴν τῶν καλῶν Ἰακὼβ λεῖον, τὸν δὲ τῶν αἰσχίστων Ἠσαῦ δασὺν εἰσάγουσι (Gen. 27, 11).
διὰ τὸν ἐπίμικτον καὶ δασὺν τοῦτον ὄχλον ἐκ μιγάδων καὶ συγκλύδων συμπεφυρμένον δοξῶν ὠκυδρομῆσαι δυνάμενος ὁ νοῦς, ὅτε τὴν σωματικὴν χώραν ἀπεδίδρασκεν Αἴγυπτον, καὶ τρισὶν ἡμέραις (Gen. 22, 3) διαδέξασθαι τὸν ἀρετῆς κλῆρον φωτὶ τρισσῷ, μνήμῃ τῶν παρεληλυθότων καὶ ἐναργείᾳ τῶν παρόντων καὶ τῇ τῶν μελλόντων ἐλπίδι, τεσσαράκοντα ἐτῶν ἀριθμόν, μῆκος τοσούτου χρόνου, τρίβεται τὴν ἐν κύκλῳ περιάγων καὶ ἀλώμενος ἕνεκα τοῦ πολυτρόπου, τὴν ἐπ’ εὐθείας ἀνυσιμωτάτην οὖσαν δέον.
οὗτός ἐστιν ὁ μὴ μόνον ὀλίγοις εἴδεσιν ἐπιθυμίας χαίρων, ἀλλὰ μηδὲν τὸ παράπαν ἀπολιπεῖν δικαιῶν, ἵνα ὅλον δι’ ὅλων τὸ γένος, ᾧ πᾶν εἶδος ἐμφέρεται, μετέρχηται· λέγεται γὰρ ὅτι „ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν“ αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν, „καὶ καθίσαντες ἔκλαιον“ (Num. 11,4). συνίησι γὰρ ὀλιγοδρανοῦσα [*](1 ἀπελείπομεν scripsi: ἀπολείπομεν HP, ἀπολιπομένην M, ἀπολειπομένων Α 2 τὰς scripsi: τοὺς codci. τοῦ om. H λόγου P: λόγους ceteri Μωυσέος AHP post Μωυσέως add. καὶ Η2 3 ἐνλαμβανόμενον MA 4 ἀπολήψεως Α 9 συμπεφυρμένη Α 11 τῶ A: τὸ MHP ι πολὺς coni. Cohn 12 ὄντως] οὗτος Α 13 μιγάς H2: μέγας 15 Ἡσαῦ AHP: om. M δασὺν om. A διὸ P 16 συγκλιδῶν συμπεφυρμένων Α 19 ἐναργείᾳ Mang.: ἐνεργεία codd. 21 τρίβεται Η2: οὐ τρίβεται ceteri ἁλλόμενος Α 22 ἀληθείας L δέον ι 23 μηδὲ H1P 25 ἐκφέρεται H2 ut vid., v μετέρχηται om. A 26 ἐπιθυμίαν Α: ἐπιθυμίας MHP αὐτοῦ H2: αὐτῆς ceteri 27 συνίησι Mang.: σύνεισι codd.)
ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα“·
προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα, περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων“ (Psalm. 79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός“ (Psalm. 41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ.
ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει.
τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ“ (Gen. 50, 7. 8).
ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ [*](4 στενάζειν coni. Mang. 5 ἀφρόνων] ἀνθρώπων coni. Mang. 6 μηδὲν Η 7 πλημμύρη P, πλημμυρεῖ H2 10 ἦν om. Α 12 εἴρεται P 13 τὰ M: μοι τὰ AHP μοι MHP: om. Α, μου v 15. 16 γεννητοῦ Α 16 ἀγέννητον A, τοῦ ἀγεννήτου coni. Mang. ὕμνου MP: ὕμνον ΑΗ ποιήσῃ scripsi: ποιήσειεν codd. 17 διοικίζουσιν coni. Mang. 19 ἑταιρείαν Η2 μεσιτεύειν A: μεσεύειν MH1P, μεθοδεύειν Η2 20 ἀρετῶν] ἀγαθῶν conicio 25 prius αὐτοῦ secl. Cohn 28 ἅπερ MAP2: ἅπαν HP1, ἁ πάντα v 28. 300,1 θησαυροφυλακῆται. Α) [*](8 Hom. Z 484.)