De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων, νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι [*](1 λεγόντων] λόγων P1 2 ὥστε HP οὔτ’ Α δοκεῖεν H 3 εἴδει Mang. : ἴδιον codd. 4 νύκτα HP 6 συναίροντες Α 9 ὄντας 2 οὕτως ceteri 10 μάταιος ι coni. Mang. 13 alt. καὶ secl. 14 κέχρηται PH1, κέκληται Η2 δέ scripsi: δ’ codd. εὐλογεῖν Mang. : εὐλογῶν Α, εὔλογον MHP 15 μάντιν scripsi: μάτην MAPH1, μηνυτὴν H2 16 κακὸν] καὶ (postea del.) H, om. L θέμενον χαλεπωτάτας om. Α in lac. θέμενοι M 17 εὐχὰς] εὐλογίας coni. Mang. 18 ὑπήχει Turn. : ὑπήχει HP, ὐφηχεῖ M, ὑφηγῇ Α 21 ἀλλὰ M ἔστρεψε P: ἔτρεψε H, ἐπὶ Α, om. M 23 ᾦ] ἁ Α 25 6 11 A: om. HP 29 νομοθετῶν conicio)

v.2.p.291
τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ κακονοεῖν.

μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν λεχθέντων δοκιμάζεται.

Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3).

ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν μεταχαράττονται.

ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί.