De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας ἐπάξιον τελεώτερον;

„ἔσῃ“ γάρ φησιν „εὐλογητός“ (Gen. 12,2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ.

ὥσπερ γὰρ τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον, κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται.

Ταῦτα μὲν τὰ ἆθλα τῷ γενησομένῳ δωρεῖται σοφῷ· ἃ δὲ καὶ τοῖς ἄλλοις ἀπονέμει διὰ τὸν σοφόν, ἑξῆς ἴδωμεν· „εὐλογήσω“ φησί „τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι“ (Gen. 12, 3).

τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ [*](2. 3 προσνέμων Α 3 τὰ addidi δεῖ καὶ ἃ χρὴ MA: χρὴ καὶ ἃ δεῖ HP 5 ἡ ante καθ’ om. Α ἑκάτερον M: ἕτερον Α, ἑκάτερα HP 6 τοιαῦτα om. L 8 κατὰ τὸ εὐλογημένον αὐτὸν εἶναι coni. Mang. 9 εντελεστέρα Α 11 ante τοῦ add. μεῖζον Η2 12 τελεώτερον ΜΑΗ1: τελεωτέρας H2P 14 εὐλογητέον Α 15 κατὰ] καὶ κατὰ H1P 16. 17 bis τὸ pro τὰ Mang. ex codice Coll. Nov. 143 18 ἐχυρώτερον M: ἐχυρότερον Α, ὀχυρώτερον ΗΡ τοῦ Mang.: τὸ codd. 19 εἰς om. P δοξαζόμενον Mang.: διδασκόμενον codd. τὸ Mang.: τὸ codd. codd. 21 λέγεται conicio 22 τὰ ἆθλα Mang.: τὰ ἐσθλὰ H2, ἐσθλὰ MAH1P 24 prius σε om. H1P alterum σε om. P 26 τὼ MPH1: ποῦ Η2, om. Α δὲ HP οὐ δι’ HP: οὐδ’ M, οὐκ Α 28 ἐγκωμιαστὴς HP)

v.2.p.290
οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει.