De Confusione Linguarum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παρὸ καὶ τοὺς λέγοντας „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν„ (Gen. 42, 11) τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε, φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν, ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον, ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν ἄφθαρτος;
οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων ἀκηρύκτων καταπλήσαντες.
οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι.
μαρτυρεῖ δέ μου τῷ λόγῳ πρῶτον μὲν ἡ ἑκάστου τῶν φιλαρέτων διάνοια διακειμένη τὸν τρόπον τοῦτον, ἔπειτα δὲ καὶ τοῦ προφητικοῦ θιασώτης χοροῦ, ὃς καταπνευσθεὶς ἐνθουσιῶν ἀνεφθέγξατο· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες, ἄνθρωπον μάχης καὶ ἄνθρωπον ἀηδίας πάσης τῆς γῆς; οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι, οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν [*](1 βήσεις coni. Manff. 4 Μωυσέος codd. 5 γενέσθαι GP 7 οὗν om. Η 8. 9 τὸ δὲ—βεβαιωτἐον om. F 9 ἑτέρους Η παρο H: παρ’ GFP 13 καὶ om. G 14 θεοῦ ἄνθρωπον G 15 τῆς et γενέσεως coni. Mang. 15. 16 συνιστάμενοι HPL^ 18 ἐδημιούργησαν τὸν scripsi: ἐδημιουργήσαντο codd. βίου L 20 συμφωνίαν om. F 22 ἀγεννῆ FP νομίζωσιν G 23 ἀεὶ G 24 μεμελετώντων Η 26 τῶν om. GF 27. 28 προφἡπροφήτου F 29 με] μέν G 30 ὠφείλησα, οὐδὲ om. G ὠφείλησα F: ὠφἐὠφέλησά HP ὠφεαησἀν μο-́ scripsi: ὠφείλεσάν μοι GF, ὠφέλησάν με HP)
ἀλλ’ οὐ πᾶς σοφὸς πᾶσι φαύλοις ἐχθρός ἐστιν ἄσπονδος, οὐ τριηρῶν ἢ μηχανημάτων ἢ ὅπλων ἢ στρατιωτῶν παρασκευῇ πρὸς ἄμυναν χρώμενος, ἀλλὰ λογισμοῖς;
ὅταν γὰρ τὸν ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει;
πάντα γὰρ ὅσα ἐν πολέμῳ δρᾶται κατ’ εἰρήνην· συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, λεηλατοῦσι, πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι, δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι.
πλοῦτον γὰρ ἢ δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε, μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος
ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. ταῦτα καὶ τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν [*](1 ἀυτῶν om. HP ἀλλ’ οὐ G2HPL1, ἆρ᾿ οὐ conicio 2 ἤ ὅπλων om. L 2. 3 στρατιωτικῶν F 3 ἄμειναν F ἀλλὰ λογισμοῖς Benzelius: ἐπιλογισμοῖς codd. 4 συνεχῶς HP 5 κεινὸν F, κοινῆ L2 ἤ] καὶ conicio (cf. De gig. § 51) ὁ τῶν] τὸν F 7 θεάσητε Η τίς L: τοῖς GFHP ὅ γε F: ὅτε GHP παραινῶν scripsi: παροῦσι codd., παρανοοῦσι Mang. 11 αἰσχύνουσιν Η 12 ἤν] ἤ F 15 ἔχειν τὰ πάντων HP 16 νωθὴς G 18 διαβάλλειν Η 19 μελητής Ρ, ἀμελητής F ἀπιστότατος om. G) [*](3 sqq. cf. ad lin. 2." 23 sqq. Oriijenes Ilomilia XIV, 5 in lerennam p. 211: τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε tiij τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς ἣν μητέρα τὴν σωμτικήν, ἀλλά πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾶ προφήτας; ἡ σο·.ία τοπͅ θεοῦ .... εἴρηται οὑν „οίμοι ἐγώ, μῆτερις ἐμὴ σοφία „ὡς τίνα με gτεκες ἄνδρα δ‘καζόμενον;ί‘ τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, 7να διακρίνωμαι ota τοὺς ἐλέγχους, διά τἀς ἐπιπ ἥξεις, διὰ τὴν διδαίκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς;)
„οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι"· οὔτε γὰρ αὐτοὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε ἐχρήσαντο, οὔτε ἐγὼ τοῖς ἐκείνων κακοῖς, ἀλλὰ κατὰ τὸ Μωυσέως γράμμα „ἐπιθύμημα οὐδενὸς αὐτῶν ἔλαβον" (Num. 16, 15), σύμπαν τὸ τῆς ἐπιθυμίας αὐτῶν γένος θησαυρισαμένων παρ’ ἑαυτοῖς ὡς μέγιστον ὄφελος ὑπερβάλλον βλάβος.
,οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ τῶν ἀρῶν ἃς ἐτίθεντό μοι„, δυνάμει δὲ κραταιοτάτῃ τῶν θείων ἐνειλημμένος δογμάτων οὔτε κακούμενος ἐκάμφθην, ἀλλὰ ἐρρωμένως ὠνείδισα τοῖς ἐξ ἑαυτῶν μὴ καθαιρομένοις·
„ἔθετο γὰρ ἡμᾶς ὁ θεὸς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν„, ὡς καὶ ἐν ὕμνοις που λέλεκται (Psalm. 79, 7), πάντας τοὺς ὀρθῆς γνώμης ἐφιεμένους. ἀλλ’ οὐκ ἀντιλογικοὶ φύσει γεγόνασιν, ὅσοι τὸν ἐπιστήμης καὶ ἀρετῆς ζῆλον ἔσχον ἀεί, τοῖς γείτοσι ψυχῆς ἀντιφιλονεικοῦντες, ἐλέγχοντες μὲν τὰς συνοίκους ἡδονάς, ἐλέγχοντες δὲ τὰς ὁμοδιαίτους ἐπιθυμίας, δειλίας τε καὶ φόβους, τὸ παθῶν καὶ κακιῶν στῖφος δυσωποῦντες, ἐλέγχοντες μέντοι καὶ πᾶσαν αἴσθησιν, περὶ μὲν ὧν εἶδον ὀφθαλμούς, περὶ ὧν δὲ ἤκουσαν ἀκοάς, ὀσμάς τε περὶ ἀτμῶν καὶ γεύσεις περὶ χυμῶν, ἔτι δὲ ἁφὰς περὶ τῶν κατὰ τὰς προσπιπτούσας τῶν ἐν τοῖς σώμασι δυνάμεων ἰδιότητας, καὶ μὲν δὴ τὸν προφορικὸν λόγον περὶ ὧν διεξελθεῖν ἔδοξε;
τίνα γὰρ ἢ πῶς ἢ διὰ τί ἡ αἴσθησις ᾔσθετο ἢ ὁ λόγος διηρμήνευσεν ἢ τὸ πάθος διέθηκεν, ἄξιον ἐρευνᾶν μὴ παρέργως καὶ τῶν σφαλμάτων διελέγχειν ἕκαστον.
ὁ δὲ μηδενὶ τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι [*](1 με] ὢν G 2 πρὸς] περὶ conicio τὸ acldidi 4 ὠφέλησα HP 5 ὠφείλησάν μοι G: ὠφεεσάν μοι F, ὠφέλησάν ᾦ HP γὰρ om. v τῆς ἐμῆς F 6 mσἐως GF, μωυσἐος HP 9 ὑπερβαλὸν F 11 οκ̓́ε] scrib. οὐ vel post ἐκάμφθην lacnna statuenda κακούμενος scripsi: ἐκκακούμενος codd. ἐκνάμφην, ἐκνἀμφθην P αὐτῶν Η 12 μὴ καθαιρουdνοις G, μοι καταρωμένοις v 14 aXX’] ἀρ’ conicio 15 τὸν] τὴν P · ζῆλον GFL^: λόγον HL’, λάλον P 17 εἴας] fort. λύπας καὶ πᾶν τὸ conicio 19 εἰδομ ὧν om. G 20 κεὁσεις F 21 ἰδιοψων couicio 23 διερμήνευσεν GF 25 ἀπαιτῶν (ι in ras.) F 2G ψυχῇ Turn.: ψυχῆς codd. 27 μέν om. HP ποιμανοῦσι G 28 ἀνίας HP’ ὑπηρετοῦσι HP)
οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς" (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25,3).
γένος γάρ ἐσμεν „τῶν ἐπιλέκτων τοῦ" τὸν θεὸν ὁρῶντος „Ἰσραήλ„, ὧν „διεφώνησεν οὐδὲ εἷς" (Exod. 24,11), ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς μελῳδῆται.
διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν * * * ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον.
θαυμάσιος μὲν οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· „πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα„ (Deut. 5, 27)· οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ,
ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, [*](1 ἐπαυχενίζοντ2ς P οὕτω HP μέν ora. Η 3. 4 συμφωνήσουσι conicio 4 λογισμοῖς G ὁ (aTi’’) αὐτῶν conicio 7 ἀλλὰ GF πᾶσαι IIP 8 ἐκμενὲς H 9 οὐδὲν οὔτε scripsi: οὐδὲ codd. οὔι’ codd. : ουδ’ v 10 πάντη Η γελασθέντα] τελεσθέντα coni. llani?., ἀγαπήσαντα vel γελάσαντες conicio 11 τροp̀ν coni. Mang. ἔγγονον v 12 Βεελφαγὼρ v ὑπνοῦντα] διαφωνοῦντα coni. Mang. τό ἐπίλεκτον coni. Mang. 16 εἰρήνην GF: εἰρήνη, εἰρήνης Pv 18 lacunam statui ἐξ ἧς coni. Cohn et ante τοῖς lacunam statuit 19 πρὸ IIP: πρὸς GF ad πιστεῦσαι add. δεῖ vel χρὴ Mang. 20 ἡρτισμἐνον G 23 ποιήσομεν καὶ ἀκουσόμεθα Turn.: ποιἡσωυͅεν καὶ ἀκουσώμεθα codd. 24 τῷ om. GF 25 ὃν GFP: ὧν II, 8 conicio 27 κατοκωχῆς scripsi: κατακωχῆς codd. ἐκ Oeou v)
Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν „ἀπὸ ἀνατολῶν„ φησι „κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι„ (Gen. 11,2), φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ ἀνάσχωσι.