De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

πάλιν τε δορυφόροι ψυχῆς ἀκοαὶ καὶ ὄψεις ὄσφρησίς τε καὶ γεῦσις καὶ ξύμπαν τὸ αἰσθήσεως στῖφος, ἔτι μέντοι ὑγίεια καὶ ἰσχὺς δύναμίς τε καὶ ῥώμη· τούτοις γὰρ ὥσπερ ἑστῶσι καὶ κραταιῶς ἐρηρεισμένοις εὐερκέσιν οἴκοις ὁ νοῦς ἐμπεριπατῶν καὶ ἐνδιαιτώμενος ἀγάλλεται πρὸς μηδενὸς ταῖς ἰδίαις ὁρμαῖς χρῆσθαι κωλυόμενος, ἀλλ’ εὐμαρεῖς καὶ λεωφόρους ἀναπεπταμένας ἔχων τὰς διὰ πάντων ὁδούς.

τὰ δὲ τοῖς δορυφόροις τούτοις ἐχθρὰ ἀντικάθηται, πήρωσις αἰσθητηρίων καὶ νόσος, ὡς ἔφην, οἷς ἡ διάνοια συγκατακρημνισθῆναι πολλάκις ἐμέλλησε. καὶ τὰ μὲν τυχηρὰ ταῦτα ἀργαλέα σφόδρα καὶ σχέτλια ἐξ ἑαυτῶν, πρὸς δὲ τὴν τῶν ἐκ προνοίας σύγκρισιν κουφότερα πολλῷ.

τίς οὖν ἡ τῶν ἑκουσίων κακῶν συμφωνία, πάλιν ἐν μέρει σκοπῶμεν· τριμεροῦς ἡμῶν τῆς ψυχῆς ὑπαρχούσης τὸ μὲν νοῦς καὶ λόγος, τὸ δὲ θυμός, τὸ δὲ ἐπιθυμία κεκληρῶσθαι λέγεται. κηραίνει δὲ καθ’ αὑτό τε ἕκαστον ἰδίᾳ καὶ πρὸς ἄλληλα πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παραφόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε·

τότε γὰρ ὥσπερ ἐν σκάφει [*](1 ἄλλης βαρείας HP 2 ἀνακραθῇ coni. Cohn 3 ἱκανῶς GF ἀναστρέψαι PL 4 ἑνὶ GF: ἔνι HP, ἐνῇ V 5 ἐπιθῆται scripsi: ἐπιθεῖναι codd. σώμτος P: σώματα GFH τὰ ante ψυχῆς om. GF 7 εὐδοξίαι P (ι vid. add. man. 2) v 7. 8 τιμαῖς ὠθοῦντες G 8 αὐτὸ εἰς G 10 ἀκοὴ καὶ ὄψις coui. Maug. ὄψις P 10. 11 τὸ ξύμπαν Η 11 αἰσθήσεων coui. Mang. 12 ὅς παρεκστῶσι HP εὐεργἐσιν GF οἴκοις GF: ὅρκοις HP, ὅροις V 13 ἐνδιαιτώμενος Maug.: διαιτώμενος codd. 14 post λεωφόρους add. καὶ Mang. 17 κατακρημνησ̓ηναι,(tH ἐμέλησε GF 18 τῶν add. Mang. 20 τῆς ψυχῆς bis habet F 21. 22 συγκεκληρῶσθαι G 22 τε om. v καὶ bis habet H 24 τὰς om. HP 25 ὠδίνει] ὀδύνη G 2G νηπιότητος GF: νεότητος HP 27 προσιπτάμνος G ἄε] τὸ G)

v.2.p.234
ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ’ ἀπωλείᾳ τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάντων τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος ἐφ’ ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει.

τοῦ παθήματος τούτου σύμβολον ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι, τῶν τε ἀπ’ οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χειμάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις.

„ἰδὼν„ γάρ φησι „κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας„ ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5 — 7)· ἡ δὲ τιμωρία κατακλυσμός.

ἦν γὰρ ἔφεσις ἁμαρτημάτων καὶ πολλὴ τοῦ ἀδικεῖν μηδενὸς κωλύοντος φορά, ἀλλὰ προσαναρρηγνυμένων ἀδεῶς ἁπάντων εἰς χορηγίας ἀφθόνους τοῖς πρὸς τὰς ἀπολαύσεις ἑτοιμοτάτοις, καὶ μήποτ’ εἰκότως· οὐ γὰρ ἕν τι μέρος διέφθαρτο τῆς ψυχῆς, ἵνα τοῖς ἄλλοις ὑγιαίνουσι σῴζεσθαι δύναιτο, ἀλλ’ οὐδὲν ἄνοσον οὐδὲ ἀδιάφθαρτον αὐτῆς κατελείπετο· ἰδὼν γὰρ ὅτι πᾶς τις, φησί, διανοεῖται [πᾶς] λογισμός, οὐχὶ μόνος εἷς, τὴν ἁρμόττουσαν ὁ ἀδέκαστος δικαστὴς ἐπήγαγε τιμωρίαν.

οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες τὸ κακιῶν καὶ παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον [*](2 συμφρονησάντων F: συμφωνησάντων GIIP αὐτῇ νηὶ scripsi: αὐτὴν ^ G, αὐτὴν ἢ F, αὐτὴ HP ἧπον coui. Mang. o κακὸν GF 4 συνέργεια II b συμφορὰ HP; φορά GF, φθορᾶ̣ conit io 8 σύμβολον (vel σημεῖον) aciil. Mans:. 9 τῶν post οὐρανe add. G λαὐρω F 12 ἀναμιγνύμενα IIPL’: ἅμα μιγνύμενα GFL- 13 δεδεμ νον G στρόβοι F 16 νοῦν] νῦν Turn. 17 ἀτιθάσσων F 18 ἡδικlιMι F: ἡδίκειGΗP 1!) ydp om. GF 22 μἡποτ’H:ρήποτ’ οὐκGFP,μἡποτ'οὐκα;.εικότως conicio 23. 24 δύναιτο—ὅτι om. F 23 ἀδιάφθορον coni. Manff. 24 κατελίπετο G, κατελέλειπτο conicio πᾶς sechisi (oui. v) vel scrib. τά πονηβ 25 λογισμὸς ἡμ͂ν νοσεῖ τὴν F 28 κακίστων P, eorr. in rag. καὶ add. Mang. ἁλμυράς F φἐρων GF)

v.2.p.235
ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„ (Gen. 14, 3).

ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν ἐγνωκότα;

οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, „πᾶς δ’", ὥς φησιν, „ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται„ (Gen. 19, 4) κατὰ τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους.

ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα καὶ ποταμοῦ τρόπον πλημμύροντες· „ἰδοὺ„ γάρ φησιν „ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 7, 15).

οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται· ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· εἴρηται γὰρ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ„

(Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ φησιν „ὑπαντιάζων„· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται.

λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον [*](2 καθαιρεῖ Mang. : καθαίρει codd. o ἁλικὴν G 5 ὀξυδορκεῖν G Σοδομῖται G ἀπὸ] ἐπὶ G 7 αὐτὴ FHP: αὐτὴ G, αὐτῆς Mang. φρουρἀς F 8 tertium καὶ oin. HP μηδενὸς 10 ἐγνωκότος v V2 θείων καὶ ἱερῶν scripsi: θείων ἔργων καὶ codd. καὶ λόγων om. F καλεῖν GF: 9 , καθελεῖν P 13 θεότροπος HPL1 θράσει om. GF 15 post οἰκεῖα add. βὑματα Mang. 16 πλημμυροῦντες conicio 17 στήσῃ F: στήσῃς G, στῆθι IIP 18 τοῦ ποταμοῦ Οἴῃ HP 19 ante ἀθρόων add. καὶ v 23 ἀβεβαίου — ἀκοδυσάμένος om. G ’2\ post διάθεσιν add. καὶ HP ἔστω G "25 φησιν addidi καίτοι codd. : καὶ v 29 γαληνιάσαι HP: γαληνίσαι GF)

v.2.p.236

χειροποιήτῳ χειμῶνι κυμαίνουσιν. εὖ μέντοι γε ἔχει παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι.

λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον.

ὅταν μέντοι πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται·

„εἶδε" γάρ φησιν „Ἰσραὴλ τοὺς Αἰγυπτίους„ οὐχ ἑτέρωθι „τεθνεῶτας„ ἀλλὰ παρὰ „τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν, οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων.