De Confusione Linguarum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς.

ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ;

ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν.

διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς [*](1 τοι] ποι P 1. 2 προσορωμένους G 3 εἶπ’ ἂν G 5 οὐκ om. P ὁ όκνοῦὀκνοῦσίν F 7 γνωριμώτατοι F, γνωριμώτατα G τιμωρίαι scripsi: τέχναι codd., δίκαι Maiig. ἁ δηλεῖσθαι G, ἀδηλεῖσθαι L 9 τοῦ μελλήσειν G, τοῦ μελήσειν F ἀδικοῦντας Mang. μηδέ scripsi (vel antea μήτε λήσειν leg.): μήτε codd. 9. 10 ὑπἐ. χεῖν εἰσάπαν ἰσχύσειν conicio 10 εἰς ἅπαν GFH ὅτε F 11 ἔνδοθεν om. F 12. 13 σύνεσιν HP 13 ἐπισπᾶσθαι HP τοῦ τὰ] τούτου G κατὰ H 15 ἐχθραίνουσαν GFP: ἐχθραίρουσαν, ἐχθαίρουσαν v 16 οὗτοι om. HP 17 μηδέποτε HP: μήποτε GF 18 καὶ om. Oxon. Coil. Nov. 143, seclusi 19 γεννητὰ codd. 22 εἰσηγεῖται FP διανοήσεις αὐτῶ L 23 τὸ ἀκούειν et τὸ ὀσφραίνεσθαι conicio 25 ὂν (ὄντα coni. Mang.) vid. del. 26 ἀπαρχὰς Mang. : ἀρχὰς codd. 27 αὐτὸ F: ὐτῶ GΗP)

v.2.p.253
ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι.

τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα.

τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι;

καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι.

τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ

τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον;

ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε“ γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω“ (Iud. 8,9).

πάγκαλον καὶ πρεπωδέστατον αὔχημα [*](2 γινομένων G: γενομένων FHP αἰτίας om. P 3 πρεσβύτερον HP αἰτιῶν G εὐσεβεῖ F, έπεβ, tum spat. 2 litt. G 4 βουλεύεται F: βούλεται G(?)HP ὁ ψευδῶς L τὰ om. P πάντα] τὰ νοητά conicio 8 ἠλέχθη FP, ἐλέγχη L παρανοῶν GP: παρανοιῶν FH αἱ om. G 9 παρ’ ἀλόγοις Mang. : παραλόγοις Η, παρὰ λόγοις P, παρ’ ὀλίγοις GF 11 δεκάζεσθαι scripsi: δεκάσασθαι G, δικάσασθαι FHP 13 τῷ] τῶν H ἔπομβροί G 14. 15 ἀλλὰ καὶ ἡμεῖς τοῦ δι’ (ὦ ὧν G) γεγόναμεν GF 15 πᾶσαι] πάντα conicio τὸν] τοῦτον coni. Mang., τὸν οὑν conicio 19 κριτῶν conicio 20 λέγουσιν F 20. 21 κατασκευασμένον ὠχύρωμα G 21 τῆς om. GF 25 φονῶν Mang.: φρονῶν codd. ἀεὶ G 28 κατακόψω G, κατασκάψαι L πᾶν καλὸν GF)

v.2.p.254
μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται.

τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια.

πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι.

Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀνέρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια.

ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον;

ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε [*](1 μισοπονήρων F ἠκονημένων F καθαιρήσῃ Η, καθαιρής P 3 ἀποστρέψη GF 3 τὸ om. F 4 πᾶν scripsi: πάλιν codd. 5 φησι G πόλεως H εἰρήνης G ὁ εὐσταθίᾳ Η 7 ἐδημιούργησαν F πολλὴ GF, πολλοὶ δὲ conicio 9 δὲ HP: τε GF 12 εἰ μέν HP 15 προσιέναι scripsi: προσεῖναι HP, προεῖναι GF ἀπιέναι scripsi: ἀπεῖναι codd. 16 κατεῖναι GF ἀνέρχεσθαι Mang.: ἔρχεσθαι codd. 19 παρὰ] περὶ F 21 tw ὄντι P 21. 22 ἀπολιπεῖν P 24 ὅτι χώραν G 24. 25 τοῖς σώμασιν αὐτὸς F 25 συγγεγέννηκε F ex corr.: συγγεγένηκε GHP 26 αὐτοῦ codd. 28 ἀρρήκτοις coni. Mang.)

v.2.p.255
δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ * * *.

τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ * * * κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε.

τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν * * * „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ“ (Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα.

τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία.

λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι.